Ancient Greek · ~8 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 606
Not analysed yet
599. —601. ἆῤ οἱ τεκόντες: ἆρα, φησὶν, ἡ τῶν τοκέων εὐγένεια προτιμοτέρα καὶ τῇ τούτων εὐγενείᾳ καὶ οἱ παῖδες γίνονται ἀγαθοὶ, ἢ ἡ ἀνατροφή. καὶ ὑπὸ τῆς καλῆς ἀνατροφῆς γίνεται ὁ ἀπὸ κακῶν γονέων καλός. τοῦτο ἐπήνεγκε δηλῶν ὅτι τὸ ἐκ γονέων εἶναι καλῶν καὶ γὰρ καὶ ἡ Πολυξένῃ, εἰ μὴ ἀπὸ γονέων ἦν καλῶν, οὐκ ἂν τοιαύτη ἐφάνη ἐν τῷ θανάτῳ αὐτῆς, εἰ καὶ καλῶς ἀνετράφη, τὸ κακὸν δηλονότι. ἐάν τις μάθῃ, εὗ οἶδε καὶ τὸ κακὸν μαθὼν τοῦ καλοῦ τὸν κανόνα. Ἄλλως. πότερον τῶν τεκόντων ἡ εὐγένεια προτιμοτέρα ἐστὶν ἢ ἡ ἀνατροφή ; τοῦτο ἐπήνεγκεν ὅτι πολὺ διαφέρει τὸ ἐκ γονέων εἶναι καλῶν. A. ἆρα ἀπὸ φύσεως ἔχει τοῦτο ἤτοι ἀμετάβλητον τοῦ καλοῦ καὶ τῆς εὐγενείας, ἢ ἀπὸ παιδεύσεως καὶ ἀνατροφῆς; καὶ τὸ τραφῆναι καὶ παιδευθῆναι καλῶς ἔχει τινὰ δίδαξιν ἀγαθοῦ, πλέον δὲ ἀπὸ φύσεως ἔχει τοῦτο καὶ τὸ ἐξ εὐγενῶν εἶναι γονέων καὶ καλῶν. τοῦτο δὲ τὸ καλὸν ἐὰν μάθῃ τις, εἴτε ἀπὸ φύσεως, εἴτε ἀπὸ παιδεύσεως, οἶδεν ἀνάγκῃ καὶ τὸ καλόν· ὁ γὰρ γινώσκων τὸ καλὸν καὶ τὸ ἐναντίον τούτου γινώσκει, μαθὼν καὶ τοῦτο τῷ κανόνι τοῦ καλοῦ. Fl 59. ἆῥ οἱ τεκόντες: ἆῥ οἱ τεκόντες διαφορὰν ἔχουσιν, ἤτοι τὴν ἐναλλαγὴν ποιοῦσιν, ἢ αἱ ἀνατροφαί; I. ὥσπερ ἀποροῦσα ἡ Ἑκάβη τοῦτό φησιν· ἆρα τὸ γενέσθαι τινὰ ἀγαθῶν γονέων συντελεῖ πρὸς τὸ εἶναι τοῦτον χρηστὸν, ἢ τὸ πεπαιδεῦσθαι καὶ ἀγωγῆς οὐκ ἀγεννοῦς λαχεῖν; ἐκ δὲ τοῦ λέγειν “ἔχει γε μέντοι καὶ τὸ τραφῆναι καλῶς δίδαξιν ἐσθλοῦ” φαίνεται τὸ μὲν τῶν γονέων προτιμᾶν, τὸ δὲ τῆς παιδεύσεως ἐν δευτέρῳ τίθεσθαι. Gu. I. πότερον ἡ εὐγένεια τῶν τεκόντων προτιμοτέρα ἢ ἡ ἀνατροφὴ, καὶ τοῦτο μὲν προτερεύει, δευτερεύει δὲ ἡ ἀνατροφή; διὸ καί φησιν ὡς καλὸν καὶ τὸ θρεφθῆναι καλῶς, τοῦ καί συνδέσμου προτίμησιν τῆς εὐγενείας ἐμφαίνοντος. Gu. ἀμφοτέροις δίδωσιν ὁ Εὐριπίδης τὸ αἴτιον, καὶ τοῖς τεκοῦσι καὶ ταῖς τροφαῖς, πλέον δὲ τοῖς τεκοῦσιν. Gr. τεκόντες: οἱ γεννήτορες. B. Gr. τεκνήσαντες. Fl. 17. γονεῖς. Fl. 21. διαφέρουσιν: διαφορὰν ποιοῦσιν αἱ ἀνατροφαὶ, παιδαγωγίαι. Gr. εἰς τὸ εἶναί τινα καλὸν ὠφελοῦσι, συντελοῦσιν. Gu. τροφαί: αἱ παιδεύσεις. B. ἡ ἀνατροφή. M.