Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 608
Not analysed yet
601. δίδαξιν: διδασκαλίαν, γνῶσιν. Gu. μάθησιν. Gr. τοῦτο δʼ ἤν τις εὖ μάθῃ: τὸ καλὸν ἐάν τις ἀκριβῶς μάθῃ, οἶδε καὶ τὸ κακὸν διὰ τὸν τοῦ καλοῦ κανόνα. ὁ γὰρ ἐθισθεὶς τοῖς καλοῖς, ὅταν τι καὶ πράξῃ, γινώσκει τοῦτο ὡς ἀπὸ τοῦ καλοῦ, διδασκάλῳ τῇ πείρᾳ χρώμενος. οἷον, τρῶγέ τι γλυκὺ καὶ παρευθὺ γεῦσαι καὶ πικροῦ, καὶ νοεῖς τὸ πικρὸν εἰθισμένος ὢν τῷ γλυκεῖ, τρώγων δέ τις πάντοτε πικρὸν, μὴ γευσάμενος γλυκέος, οὐκ οἶδε τὸ πικρὸν ὡς πικρόν ἐστι τῇ ἀπειρίᾳ τοῦ γλυκέος. A. τὸ ἐσθλόν. Gu. τοῦτο: τὸ καλῶς ἀνατραφῆναι. Gr. μάθῃ: γνωρίσῃ. Fl. 6. 9. 17. 21. 34. 56. 59. 76. Gr. τινὲς ἐπιλαμβάνονται τοῦ ποιητοῦ τῷ βάρβαρον εἰσάγειν καὶ λέγειν περὶ φύσεως· ἀλλʼ οὐ τὸ τυχὸν πρόσωπον ἡ Ἑκάβη, ἀξιοπρεπὲς δὲ ὡς ἀρχικόν. Gr. τοῦτο δʼ ἤν τις εὖ μάθῃ: τὸ καλὸν δηλονότι. B. M. ὁ τὸ ὀρθὸν τῆς τέχνης μαθὼν οὐ χρείαν ἔχει μαθεῖν τὸ μὴ ὀρθόν· οἶδε γὰρ τῇ τέχνῃ τοῦ ὀρθοῦ, ὡς ὁ τὸ κατʼ ἦχον μαθὼν οἶδε φυσικῶς τὸ παῤ ἦχον. Gr.