Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 614
Not analysed yet
606. μυρίῳ στρατεύματι: ὁ νοῦς, ἐν τῷ πολλῷ στρατεύματι ἀπαίδευτος ὄχλος καὶ ἀκόλαστος καὶ ἀνεξέταστος, ἐπικρατεστέρα δὲ ἡ ναυτικὴ ἀναρχία καὶ πυρός. παρʼ αὐτοῖς δὲ κακοῖς οὖσι καὶ ὁ μηδὲν κακὸν ποιῶν κακὸς νομίζεται ἐκεῖνος. A. Fl. 17. ἤγουν παρὰ τῷ πλήθει τῶν ἀτάκτων ὁ εὔτακτος καὶ μηδὲν κακὸν ποιῶν κακὸς νομίζεται. Fl. 17. πολλῷ. B. ἐν τῷ στρατῷ ὁ ὄχλος ἀκόλαστος ὑπάρχει, ἀπαίδευτος· ἐξαιρέτως δὲ ἡ ναυτικὴ ἀναρχία, ἤγουν οἱ τὴν θάλασσαν πλέοντες, αἰδοῦνται τούτους εἰπεῖν καὶ βασιλεῖς, καὶ οὐκ ἀνακόπτουσιν ἀπὸ τῶν κακῶν· ὅπου δʼ ἂν πλησιάσωσι, κρεῖσσον πυρὸς καίουσι. τὸ αὐτὸ φοβηθεῖσα καὶ ἡ Ἑκάβη περὶ τῆς παρθένου κειμένης οὕτως ἐν μέσῳ τῷ πλήθει, μή πώς τις ἀπὸ τῶν ἀκολάστων καὶ ἀπαιδεύτων, τῶν ὄντων ἐν τῷ πλήθει, ἢ ἁρπάσῃ τι τῶν ἱματίων αὐτῆς, ἢ τις τῶν πρὸς τὰς συνουσίας καταφόρων ἱστάμενος καθορᾷ τοὺς μαστοὺς καὶ τὴν αἰδῶ ταύτης, καὶ ἄτιμος φανῇ ἡ παρθένος· τοιαῦτα γὰρ εἰώθασι ποιεῖν οἱ ἐν τῷ ὄχλῳ ἀκόλαστοι· διὰ τοῦτο παραγγέλλει μὴ ψαύειν ταύτης τινά. FI. 59.