Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 616
Not analysed yet
608. —613. κακὸς δʼ ὁ μή τι δρῶν: κακὸς ὀνομάζεται παρὰ τοῖς ναύταις ὁ μὴ σὺν αὐτοῖς δρῶν τι κακὸν, ἢ ὡς οὐχ ἑπόμενος αὐτοῖς καὶ τὰ αὐτῶν πράττων αἴσχιστα. σὺ δὲ, δούλη παλαιὰ, λαβοῦσα τὸ ἀγγεῖον, βάψασα, ἤγουν γεμίσασα, κόμισον ὧδε, ὕδωρ δηλονότι, ἀπὸ τοῦ ἐνδοτάτου μέρους τῆς θαλάσσης, ἵνα τὴν ἐμὴν τὴν κακόνυμφον νύμφην καὶ κακοπάρθενον παρθένον λούσω ἐν λουτροῖς πανυστάτοις. I. κρείσσων: ἐπικρατεστέρα ὑπάρχει. Fl. 6. 9. 10. 21. 33. 50. 59. 76. ἰσχυροτέρα. Gr. ἐπικρατεστέρα, δραστικωτέρα. Gu. κρείσσων ὁ καλλίων καὶ κρείσσων ὁ ἐπικρατέστερος, ὡς τὸ κρείσσων γέγονεν ἡ νόσος τῆς ὑγείας, ἤγουν ἐπικρατεστέρα, νικήσασα τὴν ὑγείαν. Gr. κακός: δοκεῖ. Fl. 17. παρὰ τῷ πλήθει κακὸς νομίζεται ὁ μή τι δρῶν κακόν. M. Fl. 25. νομίζεται παρʼ ἐκείνοις, ὡς οὐχ ἑπόμενος αὐτοῖς καὶ τὰ αὐτῶν πράττων αἴσχιστα. Gu. παρὰ τοῖς κακοῖς νομίζεται. Fl. 10. εἰ δὲ καὶ ἐστί τις ἐσθλὸς ἐν ἐκείνοις ὃς μηδὲν ἰδὼν ἢ ποιήσων τῇ ἐκείνων κακοπραγίᾳ, πονηρὸς καὶ οὗτος καλεῖταί τε καὶ νομίζεται. Fl. 21.