Ancient Greek · ~6 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 627
Not analysed yet
619. —628. ὦ σχήματʼ οἴκων: ὦ καλλωπισμοὶ τῶν οἴκων, ὦ δόμοι οἱ ποτὲ εὐτυχεῖς, ὦ Πρίαμε εὐτεκνώτατε, ὁ ἔχων πλεῖστα καὶ πολλὰ καὶ κάλλιστα, ἡ γεραιά τε ἐγὼ αὐτὴ ἡ μήτηρ τῶν τέκνων, λίαν ἤλθομεν εἰς τὸ μηδὲν, στερηθέντες τῆς πρώην ἐπάρσεως. εἶτα δῆτα καὶ ἐπαιρόμεθα, ὁ μέν τις ἐν δώμασι πλουσίοις, ὁ δὲ τίμιος κεκλημένος ἐν πολίταις. τὰ δὲ, ὁ πλοῦτος καὶ τὰ τοιαῦτα, οὐδέν εἰσι δηλονότι· μάτην αἱ στροφαὶ τῶν λογισμῶν καὶ ἡ μεγαλορρημοσύνη. ἐκεῖνος δʼ ἐστὶν εὐτυχέστατος, ᾧτινι καθʼ ἡμέραν, ἤγουν κατὰ τὴν ζωὴν, μηδὲν ὑπάρχει κακόν. I. ὦ σχήματʼ οἴκων: ἀπιδοῦσα ἡ Ἑκάβη πρὸς τὴν προτέραν αὐτῆς τύχην καὶ τὴν νῦν δουλείαν φησὶ, τῶν πραγμάτων οὕτως ἐχόντων, καὶ τοῦ μὲν πρόσθεν εὐδαίμονος ὄντος νῦν δυστυχοῦς, τοῦ δὲ πρὶν δυστυχοῦς νῦν εὐδαίμονος, εἶτα ἐπαιρόμεθα, ὁ μὲν ἐν πλούτῳ, ὁ δὲ ἐν πολιτικῇ τιμῇ. ταῦτα δὲ πάντα, ὅ τε πλοῦτος καὶ ἡ δόξα τά τʼ ἄλλα τἀνθρώπινα, οὐδέν ἐστιν, ἄνω καὶ κάτω τῆς τύχης Εὐρίπου δίκην ἰούσης. τὸ δὲ εἶτα ἢ κατʼ ἐρώτησιν, ἢ ἀποφαντικὸν καὶ συλλογιστικόν. τὸ δὲ ἄλλως φροντίδων βουλεύματα, ἤτοι διανοήματα, τουτέστι ματαίως φροντίζουσι περὶ τούτων οἱ ἄνθρωποι· τὸ γὰρ φροντίδων βουλεύματα ἀντὶ τοῦ φροντίδες, περιφραστικῶς. Gu. I. ὦ σχήματʼ οἴκων: τύποι καλλωπισμάτων. Fl. 17. κάλλη, εὐπρέπειαι καὶ σχηματισμοί. Gu. ἐνθυμηθεῖσα ἡ Ἑκάβη ὅντινα εἶχε πλοῦτον καὶ καλλωπισμὸν, νῦν δὲ μὴ ἔχουσα κοσμῆσαι τὴν Πολυξένην, ἀποκλαίεται. Fl. 59. λέγουσα περὶ κόσμου ἀνεμνήσθη ὧν εἶχε, καὶ περὶ ἐκείνων λόγον μετὰ θρήνου ποιεῖται, ἀφεῖσα τὸν προκείμενον αὐτῆς λόγον. Gr. ὅτε ἐβασίλευον. ταῦτα δὲ λέγει ἀποβλέπουσα πρὸς τὴν πρόσθεν αὐτῇ προσοῦσαν εὐδαιμονίαν καὶ τὴν νῦν ἀπορίαν. Gu.