Ancient Greek · ~8 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 63
Not analysed yet
59—100. Παράφρασις. ὦ παῖδες, ὦ δοῦλαι, ἄγετε τὴν γραῦν, ἐμὲ δηλονότι, πρὸ τῶν δόμων, ἤτοι ἔξω τῶν οἴκων ἄγετε, ὦ Τρῳάδες, ὀρθοῦσαι, ἀντὶ τοῦ ἀνορθοῦσαι καὶ ἀναβαστάζουσαι, τὴν ὁμόδουλον ὑμῖν νῦν, πρόσθεν δὲ καὶ πρότερον ἄνασσαν. λάβετε, ὡς γραῦν δηλονότι, φέρετε, ὡς ἄψυχον τρόπον τινὰ, πέμπετε, ἀντὶ τοῦ παραπέμ- πετε, ὡς ἄνασσαν δηλονότι, ἀείρετε, ἀντὶ τοῦ αἴρετε καὶ ἀνακουφίζετε, τὸ δέμας ἐμοῦ, προσλαζύμεναι, ἤτοι λαμβανόμεναι καὶ ἐχόμεναι, τῆς γεραιᾶς χειρὸς, ἐμοῦ δηλονότι. καὶ ἐγὼ ἐρειδομένη καὶ στηριζομένη διὰ τῆς χειρὸς σκίμπωνι σκολιῷ, ἤτοι ῥάβδῳ ἐπικαμπεῖ καὶ βακτηρίᾳ ἐπερειστικῇ, σπεύσω, προτιθεῖσα καὶ ποιοῦσα ἤλυσιν καὶ πορείαν τῶν ἄρθρων, καὶ τῶν ἁρμονιῶν, ἤτοι τῶν ποδῶν, βραδύπουν καὶ ἀργήν. ὦ στεροπὰ καὶ ἀστραπὴ Διὸς, ἀντὶ τοῦ ὦ ἡμέρα, ὦ νὺξ σκοτία καὶ σκοτεινὴ, τί ποτε, ἀντὶ τοῦ διὰ τί ἄρα, αἴρομαι καὶ μετεωρίζομαι ἔννυχος καὶ νυκτερινὴ ἐν δείμασι, καὶ ἐν φόβοις, ἐν φάσμασι, καὶ φαντάσμασιν. χθὼν πότνια καὶ σεβασμία, μῆτερ τῶν ὀνείρων τῶν μελανοπτερύγων καὶ ἀφανῶν, ἀποπέμπομαι καὶ ἀποδιώκω τὴν νυκτερινὴν ὄψιν (λέγει δὲ τὸ ὄναρ,) ἣν εἶδον διὰ τῶν ὀνείρων περὶ τοῦ παιδὸς, ἤγουν ἕνεκα τοῦ παιδὸς, τοῦ φυλαττομένου κατὰ τὴν Θρᾴκην, καὶ περὶ τῆς Πολυξένης, τῆς προσφιλοῦς θυγατρός. εἶδον γὰρ ὄψιν φοβερὰν, ἤτοι φόβου ποιητικὴν, ἔμαθον, ἐδάην, ἀκριβῶς ἔγνων. ὦ θεοὶ χθόνιοι, ἀντὶ τοῦ καταχθόνιοι ἢ ἐγχώριοι, σώσατε τὸν ἐμὸν παῖδα, ἤγουν τὸν Πολύδωρον, ὃς ἄγκυρά τε ὢν μόνος, ἤτοι στήριγμα, καὶ φύλαξ τῶν ἐμῶν οἴκων, κατοικεῖ τὴν δυσχείμερον Θρᾴκην, ἐν ἐπιτηρήσεσι τοῦ φίλου τοῦ πατρῴου καὶ πατρικοῦ, ἤτοι τοῦ Πολυμήστορος. ἔσται καὶ γενήσεταί τι παράδοξον, ἡμῖν δηλονότι. ἥξει τι μέλος γοερὸν, καὶ θρηνῶδες, ταῖς γοεραῖς, ἡμῖν δηλονότι. οὔποτε, ἀντὶ τοῦ οὐδέποτε, ἡ ἐμὴ γνῶσις οὕτως, ὑπῆρξε δηλονότι, ἄφυκτος φρίσσει, ταρβεῖ. ποῦ ἄρα θεάσομαι, ὦ Τρῳάδες, τὴν θείαν ψυχὴν τοῦ Ἑλένου, περιφραστικῶς ἀντὶ τοῦ τὸν Ἕλενον, ἢ τῆς Κασάνδρας, ἵνα διακρίνωσιν ἐμοὶ τοὺς ὀνείρους; εἶδον γὰρ ἔλαφον κατάστικτον, καὶ ταχεῖαν, σφαζομένην ἐν ὄνυχι λύκου αἱματηρᾷ, ἀποσπασθεῖσαν τῶν ἐμῶν γονάτων, ἀφαιρεθεῖσαν σὺν ἀνάγκῃ καὶ βίᾳ οἰκτρῶς, καὶ ἐλεεινῶς. καὶ τόδε, καὶ τοῦτο, λέγω τὸ φάντασμα τοῦ Ἀχιλλέως, ὑπὲρ τῆς ἄκρας κορυφῆς τοῦ τύμβου, δεῖμα καὶ φόβος ἦλθεν ἐμοί. I.