Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 631
Not analysed yet
623. πρίν: ἔμπροσθεν. Florr. πρώην. Gu. στερέντες: στερηθέντες. Gr. στέρημι Αἰολικῶς, καὶ ὁ παρατατικὸς ἐστέρην, ἡ μετοχὴ ὁ στερεὶς, τοῦ στερέντος. Gu. εἶτα δῆτʼ ὀγκούμεθα: ὑπονοούμεθα, ὑπερηφανευόμεθα. ἐν ἐρωτήσει δὲ ὁ λόγος καὶ ἤθει ἕως τοῦ “τὰ δʼ οὐδέν.” B. ὁ μέν τις ἀφʼ ἡμῶν ἠλαζονεύετο τοῖς πλουσίοις δώμασιν, ἤτοι τοῖς ποικίλοις, τοῖς λαμπροῖς, οἷς εἶχε πρότερον, ὁ δὲ ἠλαζονεύετο ἐν τῇ ἀρχῇ, ἐν τῇ ἐξουσίᾳ· οἱ γὰρ ἄρχοντες παρὰ τοῖς πολίταις, ἤτοι τοῖς ἀρχομένοις, τίμιοι καλοῦνται. ταῦτα δὲ οὐδέν εἰσι. Fl. 59. ὀγκούμεθα: ἀπονοούμεθα. M. ἐπαιρόμεθα, μεγαλαυχοῦμεν. Fl. 6. 9. 21. 56. 59. 76. Gr. οἱ ἄνθρωποι. Fl. 33. εἶτα δῆτʼ ὀγκούμεθα: ἐπειδὴ εἶπε καὶ ἀνεκαλέσατο τοὺς αὐτῆς δόμους τοὺς πρὶν εὐτυχεῖς, εἶπε δὲ καὶ ὅτι συναγείρω κόσμον ἐκ τῶν αἰχμαλωτίδων, ἐὰν ἔχωσί τι καὶ θάψω κοσμίως καὶ πλουσίως τὴν Πολυξένην, μετέγνω καί φησιν, εἰς τὸ μηδὲν ἥκομεν. εἶτα δὴ νῦν ὀγκούμεθα καὶ ἐπαιρόμεθα καὶ ζητοῦμεν θάψαι πολυτελῶς τὴν Πολυξένην. A.