Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 634
Not analysed yet
626. τὰ δʼ οὐδέν: ταῦτα πάντα, ἤγουν ἡ τιμὴ τῶν πολιτῶν. B. ταῦτά εἰσιν. Gr. ὁ πλοῦτος, ἡ τιμὴ, τά τʼ ἄλλα. ἐνταῦθα λέγει καὶ τὰς βουλὰς καὶ τὰ πάντα τοῦ βίου ὡς μάτην ἔχουσιν. Gu. ἄλλως: ματαίως. M. ἄλλως φροντίδων: τοῦτο κατʼ ἰδίαν ἀναπεφώνηται. μάτην εἰσὶν τὰ βουλεύματα καὶ τὰ τῆς γλώττης καυχήματα. B. τὸ ἄλλως καὶ μάτην. εἰ μὲν ἓν λ γράφεται, ἀπὸ τοῦ ἄλη ἡ πλάνη γίνεται· οἱ γὰρ πλανώμενοι μάταιοί εἰσιν· εἰ δὲ δύο λλ, ἤγουν ἄλλως καὶ ἀλλοτρόπως ἔχει τὸ πρᾶγμα παρὸ λέγεις σὺ, ἤγουν οὐκ ἔχει οὕτως. ἀπὸ δὲ τούτου συνάγομεν τὸ ματαίως ἤγουν μάτην λέγεις. Fl. 59. φροντίδων: λογισμῶν. Gr. φροντίδων βουλεύματα: ἤγουν φροντίδες Ἀττικῶς. Gu. βουλεύματα: στροφαί. Gr. ἐφευρήματα, διανοήματα. Gu. μάταιά εἰσι τὰ βουλεύματα τῶν φροντίδων, ἤτοι οἱ ἐγκαυχώμενοι ἐπὶ τῷ πλούτῳ καὶ τῇ δόξη αὐτῶν μάτην καυχῶνται, μὴ γινώσκοντες ποῦ μέλλει ἀποβῆναι ὁ βίος αὐτῶν καὶ ἡ ἀρχή. Fl. 59.