Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 648
Not analysed yet
640. —642. κοινὸν δʼ ἐξ: κοινὸν δὲ κακὸν ἀφανιστικὸν καὶ συμφορὰ ἐπῆλθεν ἀπʼ ἄλλων ἀνθρώπων τῇ Τρωϊκῇ γῇ ἐξ ἰδίας ἀφροσύνης τῆς γῆς δηλονότι· ἡ γὰρ τοῦ Πάριδος ἀφροσύνη οὐκ ἀλλοτρία τῶν Τρώων ἦν. Gr. Fl. 6. 9. 21. 56. 59. 76. ἢ καὶ οὕτως· ἐξ ἰδίας ἤγουν μερικῆς ἀνοίας, ἤτοι τοῦ Ἀλεξάνδρου μόνου, κοινὸν κακὸν ἐπῆλθε τῇ Τρωϊκῇ γῆ. Gr. ἐκ δὲ τοῦ Πάριδος τῆς ἰδίας ἀνοίας κοινὸν κακὸν καὶ ὀλέθριον ἔμολε τῇ Τρῳάδι γῇ, οὐκ ἰδίως αὐτῷ τῷ Ἀλεξάνδρῳ, καίτοι αὐτοῦ παρανομήσαντος καὶ ἀδικήσαντος· ἔδει γὰρ μόνῳ τῷ ἐργασαμένῳ γενέσθαι τὸ δεινὸν ἐπὶ τῇ κρίσει τοῦ μήλου, ὅτε ἐν τῇ Ἴδῃ ἔκρινεν ὁ Ἀλέξανδρος ἔχειν τὸ μῆλον τὴν Ἀφροδίτην, τὰς ἄλλας δὲ θεὰς παραβλέψας. FI. 33.