Ancient Greek · ~11 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 652
Not analysed yet
643. ἐκρίθη δʼ ἔρις: ὁ δέ ἀντὶ τοῦ γάρ. M. ἐν Πηλέως καὶ Θέτιδος γάμῳ, τῶν τριῶν κεκλημένων θεῶν, Ἥρας, Ἀθηνᾶς, Ἀφροδίτης σὺν ἄλλοις θεοῖς, ἐπεὶ τὴν Ἔριν οὐκ εἶχεν ὁ γάμος, δυσχεράνασα μῆλον κατασκευάζει χρυσοῦν, ἐν ὦ “τῇ καλῇ τὸ μῆλον” γεγραφυῖα, ἀναβᾶσα ἐπὶ τοῦ τέγους, ῥίπτει τοῦτο παρὰ ταῖς τρισὶ θεαῖς. αἱ δὲ ἀναγνοῦσαι τὸ μῆλον ἤριζον πρὸς ἀλλήλας, ἑαυτὴν ἑκάστη καλλίω τῆς ἄλλης λέγουσα. ἀπελθοῦσαι οὖν παρὰ τῷ Διὶ, ἠξίουν αὐτὸν τῇ μᾶλλον ὥρᾳ λαμπούσῃ διδόναι τὸ μῆλον. ὁ δὲ τὴν κρίσιν ἀποφυγὼν, τῷ μὴ δόξαι πρὸς χάριν ταυτηνὶ πεποιῆσθαι καὶ οὐκ εἰκότως—εἴτε γὰρ ἐδεδώκει τῇ Ἥρᾳ, ὡς γυναικὶ ἄν δεδωκέναι ὑπείληπτο, εἴτε τῇ Ἀθηνᾶ, ὡς θυγατρὶ, εἴτε τῇ Ἀφροδίτῃ, ἀδελφὴν ἂν τιμῶν ἔδοξεν. —τοῦτο οὖν δεδιὼς, καὶ τῆς αἰτίας ἔξω γενέσθαι βουλόμενος, καθίζει κριτὴν ταῖς θεαῖς Ἀλέξανδρον τὸν Πριάμου, βουκόλον ὄντα τότε παρὰ τὴν Ἴδην, ὡς ἀνεπιφθόνως καὶ χάριτος ἔξω δικάσοντα. ἀπελθοῦσαι οὖν παρʼ αὐτὸν αἱ θεαὶ σὺν Ἑρμῇ Διὸς ἐπιπέμψαντος ἐκέλευον τῇ κάλλει νικώσῃ τὸ μῆλον δωρήσασθαι, ἐπαγγελλόμεναι καὶ μείζους δώσειν αὐτῷ δωρεὰς, εἰ πρὸς ταύτην, καὶ μὴ πρὸς ἐκείνην, νεύσει τῇ κρίσει. ἡ μὲν γὰρ Ἥρα βασιλείαν, αὐτοῦ μὴ στερηθεῖσα, ὑπέσχετο, ὡς ἔφορος ταύτης· Ἀθηνᾶ δὲ, ἐν πολέμῳ κρατεῖν, καὶ μηδενὶ τῶν ἀντιπάλων ἡττᾶσθαι· πολεμικὴ γὰρ ἡ θεός· Ἀφροδίτη δὲ τὴν Ἑλένην προτείνει, καὶ διʼ ἐκείνης γοητεύει τὸν ἄνθρωπον, καὶ νικᾷ, καὶ λαμβάνει τὸ μῆλον ἆθλον ὧν ἐπηγγείλατο. τὰ δὲ ἦν, πεῖσαι τὴν ἄνθρωπον ἀκολουθῆσαι αὐτῷ, εἰ πρὸς Λακεδαίμονα ἀφίκοιτο. ναῦς οὖν Φερέκλου κατασκευάσαντος αὐτῷ, ἐπιβὰς ἀνάγεται πρὸς τὴν Σπάρτην, καὶ κατηρκὼς ἐκεῖσε καὶ τὴν Ἑλένην λαβὼν, ἀπῆλθεν αὖθις εἰς Ἴλιον. Gu. I. ἐκρίθη: κατέστη. Gr. ἐτελειώθη καὶ διεχωρίσθη, ἐτελέσθη, εἰς κρίσιν ἔβη. Gu. σύναπτε τὸ ἐκρίθη ἐπὶ δορί. Gu. ἐκρίθη δὲ ἔρις ἣη ὁ ἀνὴρ ὁ βουκόλος ἤγουν ὁ Ἀλέξανδρος ἔκρινεν ἐν τῇ Ἴδῃ τὰς τρεῖς παῖδας τῶν μακάρων ἐπὶ πολέμῳ καὶ φόνῳ καὶ βλάβῃ τῶν ἐμῶν οἰκημάτων. Gr. ὁ δέ ἀντὶ τοῦ γάρ. Fl. 21. 59. ἔρις: ἡ φιλονεικία δηλονότι τῶν θεῶν. Fl. 21. στάσις τῆς ἔριδος τῶν τριῶν θεῶν ἦν αὕτη· ἐν τῷ τῆς Θέτιδος γάμῳ παρῆσαν τρεῖς θεαὶ, Ἥρα, Ἀφροδίτη καὶ Ἀθηνᾶ. ἡ Ἔρις οὖν ἄκλητος οὖσα καὶ ζηλοτυποῦσα ἔρριψε μῆλον ἐν μέσῳ τῶν ῥηθεισῶν θεῶν καθημένων ἐν τῷ γάμῳ ἐπιγεγραμμένον οὕτως, τῇ καλῇ τὸ μῆλον. Fl. 25. καὶ ἀφʼ οὖ καιροῦ ἐκρίθη καὶ διεχωρίσθη, ἡ ἔρις, ἣν εἶχον περὶ τοῦ μήλου ἥ τε Ἀθηνᾶ, ἡ Ἥρα καὶ ἡ Ἀφροδίτη, ἐπιδώσας ὡς φιλήδονος τὴν Ἀφροδίτην τὸ μῆλον διὰ τὴν ὑπόσχεσιν τῆς Ἑλένης, ἀπʼ ἐκείνου καιροῦ ἀπέκειντο ἡμῖν τὰ δεινά. ἐπὶ πολέμῳ τοίνυν καὶ φόνῳ ἡ βλάβη τῶν ἐμῶν οἴκων ἔκρινε τὰς θεὰς ὁ Ἀλέξανδρος, προτιμησόμενος τὴν Ἀφροδίτην. FI. 59. ἃν ἐν Ἴδῃ: ἣν ἐν τῇ Ἴδῃ. M.