Ancient Greek · ~7 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 656
Not analysed yet
648. στένει δὲ καί τις: στενάζει δʼ ἐν τοῖς οἴκοις καί τις κόρη τάλαινα πολύδακρυς εἰς τὸν Εὐρώταν ποταμὸν τὸν πολύρρουν, μήτηρ τε τίθεται χεῖρα ἐπὶ κρᾶτα λελευκασμένον, ἕνεκα τῶν θανόντων τέκνων, δρύπτεταί τε καὶ ξαίνεται τὴν παρειὰν, ποιοῦσα τὸν ὄνυχα ᾑματωμένον διὰ τῶν σπαραγμῶν. I. οὐ μόνον αἱ Τρῳάδες θρηνοῦσιν, ἀλλὰ καὶ τῶν Ἑλλήνων οὐκ ὀλίγαι γυναῖκες, ἡ μὲν ὡς ἀποθανόντος τοῦ ἀνδρὸς αὐτῆς ἐν Τροίᾳ, ἡ δὲ ὡς στερηθεῖσα τῶν τέκνων. δέον δὲ εἰπεῖν ἀμφὶ πᾶσαν τὴν Ἑλλάδα, ὁ δὲ ἀμφὶ τὸν εὔρουν Εὐρώταν εἶπεν, ἀπὸ μέρους τὸ πᾶν. ποταμὸς δὲ οὗτος ἐν Λακεδαιμονίᾳ. Gu. I. στένει δὲ καί τις κόρη Λάκαινα ἐν τοῖς δόμοις πολυδακρύτως περὶ τὸν Εὐρώταν τὸν εὔρουν. Gr. στένει: στενάζει, θρηνεῖ. Gr. Fl. 6. 9. 21. 56. 59. 76. οὐ μόνον δὲ εἰς τὸ κοινὸν τῇ Τροίᾳ τὰ τῆς ἀνοίας τοῦ Ἀλεξάνδρου προῆλθεν, ἀλλὰ καὶ αὐτῇ τῇ Ἑλλάδι, οἷον οὐ μόνον αἱ Τρῳάδες θρηνοῦσιν, ἀλλὰ καὶ τῶν Ἑλληνίδων τινές. M. Fl. 33. οὐ μόνον δὲ αἱ Τρωϊκαὶ θρηνοῦσι γυναῖκες, οὐ μόνον ἐπὶ τῇ Τροία ἦλθε τὸ κακὸν, ἀλλὰ καὶ ἐπὶ τοῖς Ἕλλησι. θρηνεῖ καί τις κόρη πολυδάκρυτος ἐν τῇ Λακεδαιμονίᾳ ἀμφὶ τὸν εὔρουν Εὐρώταν—ἐκεῖσε γὰρ ῥέει ὁ Εὐρώτας ποταμὸς—ἤγουν καὶ αἱ τῶν Ἑλλήνων γυναῖκες θρηνοῦσιν, αἱ μὲν τοὺς αὐτῶν ἄνδρας, αἱ δὲ τοὺς παῖδας, ἀλλὰ καὶ μητέρες θανόντων τῶν τέκνων αὐτῶν ξέουσι τὰς παρειὰς αὐτῶν ποιοῦσαι τὸν ὄνυχα αἱματώδη. Fl. 10. 59. εὔρουν: πολύρρουν. Gr. παρήχησις. Fl. 17. Gu. Εὐρώταν: ὄνομα ποταμοῦ Λακεδαιμονίας. M. ὄνομα ποταμοῦ περὶ τὴν Λακεδαιμονίαν. Fl. 17. σύνηθες τοῖς παλαιοῖς ἀπὸ ποταμῶν καὶ πηγῶν καλεῖν τοὺς τόπους, διὰ τὸ εἶναι ταῦτα ἀνεξάλειπτα. Gr