Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 662
Not analysed yet
657. —660. γυναῖκες: μία τῶν δούλων Ἑκάβης ἔρχεται φέρουσα τὸ σῶμα τοῦ Πολυδώρου. ἦν γὰρ πεμφθεῖσα ὑπὸ τῆς Ἑκάβης ἐπὶ τῷ γεμίσαι ὕδωρ εἰς τὰ λουτρὰ τῆς Πολυξένης. αὕτη οὖν ἡ δούλη ἀπελθοῦσα παρὰ θάλασσαν εὑρίσκει τὸ σῶμα τοῦ Πολυδώρου. καὶ ἔρχεται δεικνύουσα αὐτὸ τῇ Ἑκάβῃ. B. M. I. λέγει δὲ πρὸς τὸν χορὸν τῶν αἰχμαλωτίδων, ὦ γυναῖκες, ποῦ ἐστιν ἡ ἀθλιωτάτη Ἑκάβη, ἡ νικῶσα ἐν ταῖς δυστυχίαις πάντα ἄνδρα καὶ θήλειαν γενεὰν, οὐδεὶς τὸν τῆς δυστυχίας στέφανον ἀντʼ αὐτῆς λήψεται. I. οὐδεὶς μᾶλλον αὐτῆς ἀποίσει στέφανον, νικήσας αὐτὴν ἐν κακοῖς. ἐπεὶ γὰρ εἶπεν ἄνω ὡς πάντα ἄνδρα καὶ γυναῖκα νικᾷ ἐν τοῖς κακοῖς, ἐπήγαγε τοῦτο· ἕπονται γὰρ τῇ νίκῃ στέφανοι. Gu. I.