Ancient Greek · ~5 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 680
Not analysed yet
676. οἲ ἐγώ: φεῦ, τάλαινά εἰμι ἐγώ. ἄρα φέρεις δεῦρο τὸ βακχευτικὸν κάρα τῆς μάντεως Κασάνδρας; I. βακχεῖον κάρα τῆς Κασάνδρας λέγει τὸ μανικὸν, ὡς μαντικῆς· οἱ γὰρ μάντεις θείᾳ μανίᾳ κατεχόμενοι μαντεύονται. φησὶ γὰρ Πλάτων ἐν Γοργίᾳ ὡς ἡ μαντικὴ μανικὴ οὖσα πρῶτον, προστεθέντος τοῦ τ, μαντικὴ γέγονεν. Gu. I. οἲ ᾿γὼ τάλαινα: ἡ Ἑκάβη φησὶ, φεῦ ἐγὼ ἀθλία· εἶτα τὴν θεράπαιναν ἐρωτᾷ βλέπουσα ἀγγεῖον ἐσκεπασμένον βαστάζουσαν, ἐν ᾧ ἦν ὁ Πολύδωρος, ἄρα τὴν Κασάνδραν βαστάζεις: ἡ δὲ θεράπαινά φησι πρὸς τὴν Ἑκάβην, τὴν ζῶσαν λέγεις, τὸν θανόντα δʼ οὐ στένεις καὶ κλαίεις τοῦτον. ἐπιδεικνύει γὰρ αὐτῇ τὸν νεκρὸν τοῦ Πολυδώρου. A. μῶν: ἆρα. M. Gr. τὸ μῶν ἀντὶ τοῦ ἆρα ἀπὸ τοῦ μὴ οὖν γίνεται κατʼ ἐκβολὴν τοῦ η καὶ τροπῇ τοῦ οῦν εἰς ῶν. Gr. βακχεῖον: τὸ μαντικὸν τὸ τῷ βακχείῳ συνδιατιθέμενον. B. M. Ἄλλως. κινητικὸν ἢ σύντονον, ἢ ἀντὶ τοῦ θρηνητικόν. Ἄλλως. οὐκ ἐκ Διονύσου μαθοῦσα τὸν γυναικεῖον νόμον, ἀλλʼ ἐξ ἀλαστόρων τινός. B. ἡ Κασάνδρα μάντις καὶ ὁ Ἕλενος. B. μαντικόν. Fl. 17. 76. μανικόν. Fl. 10. 33. 59. τὸ μαντικὸν, τὸ ἐνθουσιαστικὸν κάρα, ἤγουν τὸ σῶμα, ἀπὸ τοῦ κρείττονος μέρους τὸ ὅλον, ὡς φαμὲν καὶ ἱερὰν κεφαλὴν, τῆς μάντεως Κασάνδρας φέρεις, I.