Ancient Greek · ~5 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 703
Not analysed yet
702. ὤμοι αἶ αἶ: ἔμαθον τὴν νυκτερινὴν ὄψιν τῶν ἐμῶν ὀφθαλμῶν, οὐ παρέβη με τὸ φάσμα τὸ σκοτεινὸν καὶ ταχέως ἀφιστάμενον, ὃ ἐθεασάμην, ὦ τέκνον, περὶ σοῦ, οὐδαμῶς ὄντος ἐν τῷ φωτὶ τοῦ Διός. I. ἔμαθον: ἔγνων. Gu. Fl. 17. ἔγνωκα. Fl. 6. 9. 21. 56. 59. 76. τὸ ἐνύπνιον ἢ πρὸς τὸ ὄψιν συναπτέον, ἵνʼ ᾖ τὴν ἐνύπνιον καὶ κατὰ τοὺς ὕπνους φανεῖσάν μοι ὄψιν τῶν ἐμῶν ὀμμάτων, ἢ πρὸς τὸ ἐνύπνιον ὑποστικτέον, ἵν’ ᾖ τὸ ὄψιν τῶν ἐμῶν ὀμμάτων, ὥσπερ ἑρμηνεία τοῦ ἐνύπνιον. κρεῖττον δέ ἐστι τὸ πρῶτον. Gu. I. ὀμμάτων: τουτέστιν ἢν εἶδον τὰ ἐμὰ ὄμματα. Fl. 6. 9. 21. 56. 59. 76. Gr. ἔμαθον τὸ ἐνύπνιον τῶν ἐμῶν ὀμμάτων, διελύθη τὸ ὄναρ, ὅπερ εἶδον· εἰς γὰρ τὴν ἀρχὴν τοῦ δράματος εἶδε τοῦτο ἡ Ἑκάβη· οὐδὲ γὰρ ἦλθε τὸ φάντασμα ὡς οὐδὲν, οὐδὲ ἡ μελανόπτερος ὄψις, ἣν εἶδον, ὦ παῖ, διὰ σὲ οὐκέτι μέλλοντα ὁρᾶν τὸ φῶς, ἀλλὰ ἀληθὲς ἀπεδείχθη. μελανόπτερον δὲ τὴν ὄψιν, καὶ τὰ μὲν πτερὰ διὰ τὴν ταχύτητα καὶ τὴν ἀνυπόστασιν, ἣν ἔχει, καὶ ἀφανίζεται εὐθέως ἀποχωρήσαντος τοῦ ὕπνου, μέλανα δὲ διὰ τὸ σκοτεινὸν τῆς νυκτός. Fl. 59.