Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 708
Not analysed yet
709. τις γάρ: τίς δέ. Fl. 59. τίς γάρ νιν ἔκτεινεν, ὦ ἐξ ὀνειράτων φρονοῦσα καὶ διανοουμένη Ἑκάβη M. τίς αὐτὸν ἐφόνευσεν; γινώσκεις, ὦ ἐξ ὀνείρων φρονοῦσα καὶ διανοουμένη, εἰπεῖν; Fl. 59. ὀνειρόφρων: ὡς ὄνειρον φρονοῦσα καὶ διανοουμένη Ἑκάβη. B. ὦ ἡ ἀπὸ τῶν ὀνείρων διανοουμένη. Gr. ἡ τοὺς ὀνείρους κρίνουσα, ἡ φρονοῦσα καὶ πιστεύουσα τοῖς ὀνείροις. Gu. τοῦτο λέγει ἡ θεράπαινα διὰ τὸ εἰπεῖν τὴν Ἑκάβην, ἔμαθον ἐνύπνιον. Gr. ἀκούσασα ἡ θεράπαινα τὴν Ἑκάβην λέγουσαν ὅτι οὐ παρῆλθε τὸ φάντασμα ψευδὲς, λέγε, ὦ ὀνειρόφρον, ἤγουν τὸ ὄνειρον φρονοῦσα λέγειν τὴν ἀλήθειαν, καὶ τίς ἐφόνευσεν αὐτόν. Fl. 59.