Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 720
Not analysed yet
726. Ἑκάβη, τί μέλλεις: Ἑκάβη, διὰ τί βραδύνεις τὴν σὴν θυγατέρα θάπτειν ἐλθοῦσα, καθάπερ ὁ Ταλθύβιος ἀνήγγειλέ μοι, μὴ ψαύειν μηδένα τῶν Ἀργείων τῆς σῆς θυγατέρος. ἡμεῖς μὲν οὖν εἰάσαμεν, οὐδὲ ἐψαύσαμεν· σὺ δὲ βραδύνεις, ὥστε με θαυμάζειν. μέλλω δὲ ἀποστελεῖν σε· τὰ ἀπʼ ἐκείνου γὰρ μέρους καλῶς ἐπράχθησαν, εἴ τι τῶν πραχθέντων καλῶς ἐστι. τί μέλλεις: διὰ τί βραδύνεις. Gr. ὑπερτίθης. Gu. μέλλειν τὸ βραδύνειν, τὸ ἀποκεῖσθαι, καὶ τὸ φαίνεσθαι. Gr. I. κρύπτειν τάφῳ: θάπτειν. Gu.