Ancient Greek · ~5 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 725
Not analysed yet
731. ἥκω: ἦλθο. Gu. Fl. 17. 59. ἀντὶ τοῦ εἶμι αὖθις ἐκεῖ πέμψων σε. Gu. μέλλω σε ἀποστελεῖν. Gr. I. ἀποστελῶν :μετακαλούμενος. B. μεταπεμψόμενος. Fl. 33. τἀκεῖθεν: ἤτοι τὰ ἀπὸ τοῦ στρατοῦ γενέσθαι πρέποντα, πῦρ τε λέγω ποιῆσαι, καὶ ξύλα συνάξαι, καὶ τἄλλα τὰ πρὸς τὴν ταφὴν ἐπιτήδεια ἐγεγόνει καλῶς. λοιπὸν οὖν ἐστι σέ τε ἐλθεῖν καὶ κρύψαι τὴν παῖδα ἐν τῷ τάφῳ. οὕτω τὸ τἀκεῖθεν νοητέον, καὶ οὐχ ὡς ἐκεῖσε, ὡς οἴονταί τινες. τὸ δὲ εἴ τι τῶνδʼ ἐστὶ καλῶς, διὰ τοῦτο λέγει· ἐπεὶ λυπηρὸς ἐδόκει τῇ Ἑκάβῃ ὁ τῆς θυγατρὸς θάνατος, οὕτως ἀθλίως ἀνῃρημένης, ἢ ὅτι καὶ τὰ πρὸς ταφὴν παρασκευαζόμενα ἐπιτήδεια λυπεῖ τοὺς ὁρῶντας, καὶ οὐκ ἔστιν ὃς ἰδὼν ταῦτα οὐ στενάξειεν. Gu. I. τὰ ἀπʼ ἐκείνου τοῦ μέρους. Gr. τὰ ἀπὸ τοῦ στρατοῦ γενέσθαι πρέποντα. Gu. τὰ κατὰ τὴν Πολυξένην ἐπιτήδεια παρεσκευάσθησαν. Gu. ἤγουν τὰ ἐν τῇ ταφῇ καλῶς ἐπράχθησαν, ἐὰν δυνατόν ἐστι καλεῖν ταῦτα τὰ πραχθέντα καλῶς. ἔστι γὰρ σφαγὴ καὶ τάφος τι κακόν· ἤγουν ἐὰν τέως ἄξιον ὑπάρχει καλεῖν ταῦτα τὰ πραχθέντα καλῶς. Fl. 59. ἐν τῷ στρατῷ πάντα εὐτρέπισται, ἤγουν ἡ πυρά. Fl. 25.