Ancient Greek · ~6 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 730
Not analysed yet
736. —738. δύστηνε: ταῦτα καθʼ ἑαυτὴν λέγει ἡ Ἑκάβη· πότερον πρὸς τὸ γόνυ προσελθοῦσα τούτου πέσω, ἢ ὑπομένω διὰ σιγῆς τὰ κακά; I. ὦ δύστηνε Πολύδωρε, τί δράσω ἐγὼ ἡ Ἑκάβη. ἐγκύψασα δὲ διαλέγεται πρὸς τὸν νεκρὸν Πολύδωρον καὶ πρὸς ἑαυτήν. ὅτι γὰρ ἀποστραφεῖσα ταῦτα λέγει δῆλον ἐξ ὧν καὶ ὁ Ἀγαμέμνων φησὶ πρὸς αὐτήν “τί μοι προσώπῳ νῶτον ἐγκλίνασα σὸν δύρῃ.” τὸ δὲ δύστηνε ὁ Δίδυμός φησι πρὸς τὸν Πολύδωρον λέγειν τὴν Ἑκάβην, ὦ δύστηνε Πολύδωρε, ἐμαυτὴν γὰρ λέγω, δύστηνον ἀποκαλοῦσα σέ. τί δράσω, πότερον ἱκετεύσω Ἀγαμέμνονα, ἢ σιωπήσω; B. M. I. τὸ δύστηνε οἱ μὲν διὰ τὸν Πολύδωρόν φασι τὴν Ἑκάβην οὕτω λέγειν, ὦ δύστηνε Πολύδωρε· λέγουσα γὰρ ἐγὼ ἡ Ἑκάβη σὲ δύστηνον, ἐμαυτὴν λέγω, ἢ πρὸς ἑαυτὴν οὕτως, ὦ Ἑκάβη δύστηνε. λέγουσα γάρ σε δύστηνον ἐμαυτὴν λέγω. οὗ γὰρ τὸ ὄνομα ἐπαινεῖται ἢ ψέγεται, οὗτος αὐτὸς ὁ τὸ ὄνομα ἔχων ἐπαινεῖται ἢ ψέγεται. ἰστέον δὲ ὅτι οἱ ἐκλαμβάνοντες τὸ δύστηνον πρὸς τὸν Πολύδωρον οἱ μὲν τὸ Ἑκάβη συντάσσουσιν ὡς ἡμεῖς ἔφαμεν, οἱ δὲ στίζουσι μὲν πρὸς τὸ σέ, τὸ δὲ Ἑκάβη πρὸς τὸ κάτω συνάπτουσι, λέγοντες τὴν Ἑκάβην πρὸς ἑαυτὴν ἠρέμα κοινόλογεῖσθαι τὸ πότερον προσπέσω. διὸ καὶ κρεῖττόν ἐστι τὸ δύστηνε πρὸς τὸν Πολύδωρον, καὶ οὐ πρὸς ἑαυτὴν λέγεσθαι. Gu. I. δύστηνε: καθʼ ἑαυτὴν λέγει τὸν λόγον ἡ Ἑκάβη μέχρι πολλοῦ μὴ ἀποκρινομένη τῷ Ἀγαμέμνονι. Gr. ὦ ἄθλιε Πολύδωρε. Fl. 33. λέγω: ὀνομάζω. Fl. 33.