Ancient Greek · ~6 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 738
Not analysed yet
745. ἆρʼ ἐκλογὶζομαι :εἰποῦσα ἄνωθεν ὡς πολεμίαν καὶ δούλην ἡγούμενος αὐτὴν Ἀγαμέμνων τὴν ταύτης ἀπώσαιτο δέησιν νῦν φησιν, ἆρα ἐκλογίζομαι καὶ ὑπολαμβάνω τὰς φρένας τοῦδε πρὸς τὸ δυσμενὲς καὶ τὸ ἐχθρὸν μᾶλλον ἢ τὸ φιλάνθρωπον, οὐκ ὄντος δυσμενοῦς καὶ ἐχθροῦ; ἐκ δὲ τοῦ οὕτω διαπορεῖν φαίνεται ἑαυτὴν μὲν μεμφομένη, ὡς οὐ τἀληθῆ περὶ ἐκείνου ὑπολαμβάνουσαν, ἐκεῖνον δὲ τῆς αἰτίας ἀπολύουσα. Gu. I. ἆρʼ ἐκλογίζομαί γε: ἐὰν στίξωμεν εἰς τὸ τοῦδε, νοητέον οὕτως· ἆρα χαλεπὰς καὶ ἐχθρὰς λογίζομαι τὰς τούτου φρένας τοῦ Ἀγαμέμνονος οὐκ ὄντος δυσμενοῦς, ἵν’ ᾖ τὸ πᾶν περὶ Ἀγαμέμνονος. ἢ εἰς τὸ μᾶλλον στικτέον, ἵνʼ ᾖ οὕτως· ἄρα πρὸς τὸ δυσμενὲς μᾶλλον ῥέπω, τούτου ὄντος οὐχὶ δυσμενοῦς τὰς φρένας. B. M. Fl. 10. I. ἐκλογίζομαι: διανοοῦμαι. B. ἀντὶ τοῦ διαλογίζομαι. M. καὶ τοῦτο καθʼ ἑαυτήν φησιν ἡ Ἑκάβη. B. ἀντὶ τοῦ συλλογίζομαι, ἤγουν νοῶ. Gr. Fl. 6. 9. 21. 56. 59. 76. ὑπολαμβάνω, διαλογίζομαι, ἔξω τοῦ νοὸς λογίζομαι, (Fl. 33. ἔξω τοῦ νοὸς κρίνω) ἔξω τοῦ καθήκοντος λογίζομαι καὶ τάττω. Gu. ὑποπτεύω. Gu. ἆρα παραλογίζομαι καὶ ἐκλαμβάνω τοῦτον δυσμενῆ. Gu. ἄρα χαλεπὰς καὶ ἐχθρὰς λογίζομαι τούτου τὰς φρένας. Fl. 10. 33. δυσμενές: ἐχθρῶδες. Fl. 21. Gu. πρὸς τὸ ἐχθρόν. Fl. 59. ἔχθος. Fl. 56. χαλεπόν. Fl. 33. ἰδοῦσα ἡ Ἑκάβη τὸν Ἀγαμέμνονα πράως ὁμιλοῦντα αὐτῇ καὶ ὡς εἰπεῖν συλλυπούμενον λέγει, ἆρα ὑπολαμβάνω μᾶλλον τὰς φρένας τοῦ Ἀγαμέμνονος εἶναι πρὸς τὸ δυσμενὲς καὶ τὸ ἐχθρωδέστερον, μὴ ὄντος τοῦ Ἀγαμέμνονος οὐχὶ ἐχθροῦ, ἀλλὰ καὶ μᾶλλον φίλους Fl. 59.