Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 755
Not analysed yet
762. τοῦτόν ποτʼ: τοῦτον ἔτεκον ποτὲ καὶ ἔφερον ὑπὸ τῆς ζώνης, τουτέστιν ἐν γαστρὶ εἶχον. καὶ ἔφερον ζώνης ὕπο, ἀντὶ τοῦ ὑποκάτω τῆς ζώνης ἐβάσταζον ποτὲ τοῦτον, καὶ ἔτεκον ὑπὸ τῆς ζώνης. ὅμοιον τῷ “ὁρῶ σ᾿, Ὀδυσσεῦ, δεξιὰν ὑφʼ εἵματος κρύπτοντα χεῖρα” καὶ τῷ “περᾷ γὰρ ἤδʼ ὑπὸ σκηνὴν πόδα. ᾿᾿I. ἔτεκον κἄφερον: πρωθύστερον, (ὑστερολογία Gu.) ἀντὶ τοῦ ὑποκάτω τῆς ζώνης ἐβάσταζον ποτὲ καὶ ἔτεκον. Gr. πρωθύστερον ποίησον, ἵνα γένηται σαφές· τοῦτόν ποτε ἔφερον ζώνης ὕπο καὶ ἔτεκον. Καὶ ἄλλως. τοῦτον ποτὲ εἶχον κατὰ γαστρὸς ὑπὸ τὴν ζώνην καὶ ἐγέννησα αὐτόν. B. M. Fl. 10. 21. 25. 33. παρὰ σοῦ. τί ἄρα ἔστιν οὐκ ἔχω ὑπονοῆσαι γαστρὸς ὑπὸ ζώνης. Fl. 33.