Ancient Greek · ~8 min
758 to 765
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 758-765
Not analysed yet
765. γάρ: ἄρα ἔτεκες καὶ ἄλλον τινὰ παρὸ ἐκείνους: Gu. I. ἐρωτηματικὸς ὁ ἦ σύνδεσμος. ἆρα γάρ τινα ἄλλον ἐγέννησας παῖδα παρʼ ἐκείνους ἑτέρῳ τινί; B. M. Fl. 21. 25. 33. Gu. ἄρα, ὦ γύναι, ἐκείνους μόνους ἔτεκες, ἢ καὶ ἄλλον τινά; Fl. 59. 766. ἀνόνητά γε: ἀνωφελῶς, ὡς φαίνεται, ἔτεκον καὶ τόνδε, ὃν ὁρᾷς. I. ὡς φαίνεται, ἀνωφελῶς ἐγέννησα τοῦτον, ὃν βλέπεις, μηδεμίαν ὠφέλειαν παρέχοντά μοι. Fl. 59. 767. ποῦ δʼ ὤν: ποῦ δὲ ἦν, ἡνίκα ἐφθείρετο ἡ πόλις; I. 768. πατήρ νιν: ὁ πατὴρ ἐξέπεμψε, φοβούμενος μὴ καὶ αὐτὸς ἀποθάνῃ, ὥσπερ δηλονότι οἱ ἄλλοι, ἀλούσης τῆς Τροίας. I. ὀρρωδῶν: ὀρρωδῶ τὸ φοβοῦμαι, ἀπὸ μεταφορᾶς τῶν ἀλόγων ζώων, τῶν τὴν οὐρὰν συστελλόντων διὰ φόβον ἐπὶ τὸν πρωκτὸν καὶ ἐν τοῖς αἰδοίοις δεσμοῦσι. Fl. 25. ἡ μεταφορὰ ἀπὸ τῶν κυνῶν τῶν φοβουμένων καὶ τῷ πρωκτῷ τὴν οὐρὰν βαλλόντων. Fl. 10. φοβούμενος. M. 769. ποῖ τῶν τότε: ποῦ ἐξέπεμψε δηλονότι, χωρίσας μόνον τῶν τότε ὄντων τέκνων. I. ποῦ ἐξαπέστειλεν αὐτὸν μόνον ἀποχωρίσας ἀπὸ τῶν ἄλλων τέκνων αὐτοῦ. Fl. 59. τοῦτον τὸν στίχον ἡ Ἑκάβη ἔμελλεν εἰπεῖν· τὸ γὰρ ποῖ μόνον μέλλει τῷ Ἀγαμέμνονι, ἀλλʼ ἵνα σώσῃ ὁ στίχος καὶ τὴν ἔννοιαν τῆς Ἑκάβης. Gu. 770. ἐς τήνδε χώραν: εἰς τήνδε τὴν Χερρόνησον, ὅπου εὑρέθη θανών. I. 771. πρὸς ἄνδρα: τὸν Πολυμήστορα δηλονότι, ὃς ἄρχει τῆσδε τῆς χθονός. Gr. I. πρὸς ἄνδῤ: καὶ οὕτος ὁ λόγος τῆς Ἑκάβης. Gu. ἄρχει: ἀντὶ τοῦ βασιλεύει καὶ ἀντὶ τοῦ προηγεῖται, ὡς τὸ ἄρχει φιλίας, ἤγουν πρῶτος αἰνεῖται εἰς φιλίαν· ἄρχεται δὲ τοῦ ἔργου παθητικῶς ἀντὶ τοῦ ἀρχὴν τίθησι τῷ ἔργῳ, καὶ ἄρχεται ἀντὶ τοῦ ὑπʼ ἀρχὴν ἐστὶν, ἤγουν ἐξουσιάζεται. Gr. 772. ἐνταῦθʼ: ναὶ, ἐνταῦθα ἐπέμφθη ὁ Πολύδωρος, φύλαξ χρυσοῦ πικροτάτου. πικρότατον λέγει τὸν χρυσὸν, ὡς αἴτιον τῷ Πολυδώρῳ τοῦ φονευθῆναι γενόμενον· αἴτιος γὰρ γέγονε πικρίας τῷ παιδὶ ὁ χρυσός. I. πικρότατον τὸν χρυσὸν εἶπε διὰ τὸ αἴτιον αὐτὸν γενέσθαι θανάτου καὶ σφαγῆς. B. M.