Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 76
Not analysed yet
71. μελανοπτερύγων: ἐπειδὴ ἐν νυκτὶ προσπελάζουσι. καὶ Ἡσίοδος περὶ τῆς νυκτὸς λέγων ἐπιφέρει “ἔτικτε δὲ φῦλον ὀνείρων.” οἱ δὲ γράφουσι χθών· οὕτως εἶπεν, ἐπειδὴ ἐκ τῆς γῆς λέγονται ἀναπέμπεσθαι οἱ ὄνειροι. M. Ἄλλως. τὴν γῆν εἶπεν, ἐπειδὴ ἐξ Ἅιδου λέγονται οἱ ὄνειροι ἀναπέμπεσθαι. Ἡσίοδος δὲ Νυκτὸς τοὺς ὀνείρους φησίν. A. M. μελανοπτερύγων: διὰ τοῦτο τὴν χθόνα μητέρα τῶν ὀνείρων φασὶν ἢ διότι τὰ βρώματα ἐξ αὐτῆς ἐστι, δι᾿ ὧν οἱ ὄνειροι, ἢ διότι ἐξ αὐτῆς ἡ νὺξ εἶναι δοκεῖ, ὑπὸ γῆν ὄντος τοῦ ἡλίου. μελανοπτέρυγα δὲ τὰ ὀνείρατα λέγεται ἢ ὡς ἐν τῇ νυκτὶ γινόμενα καὶ ταχέως εἰς λήθην ὄντα, ἢ ὅτι σκοτεινὸν ἔχει τὸν κατ᾿ αὐτὰ νοῦν, καὶ οὐδεὶς δύναται αὐτὰ διακρῖναι. B. μητέρα τῶν ὀνείρων εἶπε τὴν γῆν, ἢ ὅτι ἐξ ἀντιφράξεως τῆς σκιᾶς αὐτῆς ἡ νὺξ γίνεται, καθ᾿ ἣν καθεύδοντες οἱ ἄνθρωποι τοὺς ὀνείρους βλέπουσιν, ἢ καθ᾿ ἑτέρους, ὅτι ἐκ μὲν τῆς γῆς αἱ τροφαὶ, ἐκ δὲ τῶν τροφῶν οἱ ὕπνοι, ἐκ δὲ τῶν ὕπνων οἱ ὄνειροι· τῆς γῆς ἄρα οἱ ὄνειροι. μελανοπτέρυγας δὲ τοὺς ὀνείρους εἶπεν, ὅτι ἐν τῷ σκότει δοκοῦσιν ἵπτασθαι· ἄστατοι γάρ εἰσι. B. Gu. I. μελανοπτερύγων: διὰ τὸ τὴν νύκτα ἔρχεσθαι μέλανοι καλοῦνται. Fl. 21. τῶν μελαίνας πτέρυγας ἐχόντων. Fl. 17. μελάνων, ἀφανῶν καὶ σκοτεινῶν. Fl. 59. πτέρυγας τιθέασιν οἱ Ἕλληνες πᾶσι τοῖς σύντονον ἔχουσι κίνησιν. Gr. μᾶτερ: αἰτία. Fl. 17. δημιουργή. Fl. 6.