Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 779
Not analysed yet
786. —794. οὐκ ἔστιν: οὐκ ἔστιν ἑτέρα δυστυχεστέρα ἐμοῦ δηλονότι, εἰ μή που αὐτὴν τὴν δυστυχίαν λέγεις. ἀλλʼ ὧν χάριν προσπίπτω τοῖς σοῖς γόνασιν ἄκουσον. καὶ εἰ μὲν δίκαιά σοι παθεῖν φαίνομαι, ἀγαπῴην ἄν· εἰ δὲ τὸ ἐναντίον, τουτέστιν ἀνόσια ἔπαθον, βοηθὸς ἐμοὶ γενοῦ ἕνεκα τοῦ ἀνοσιωτάτου ξένου, ὃς οὕτε τοὺς κάτω θεοὺς, ἤγουν τοὺς καταχθονίους, οὕτε τοὺς ἄνω, τουτέστι τοὺς οὐρανίους, δείσας, ἔργον ἀνοσιώτατον πεποίηκεν. (τοὺς μὲν κάτω θεοὺς, ὅτι ἄταφον αὐτὸν ἔρριψεν, τοὺς δὲ ἄνω, ὡς ἐφόρους ὄντας φιλίας, οὐκ. ἔδεισεν. ἀλλʼ εἰργάσατο φόνον παιδὸς ἐμοῦ, τυχῶν ἐμοὶ τραπέζης κοινῆς, τουτέστι μετʼ ἐμοῦ πολλάκις ἑστιαθεὶς, καὶ τὰ πρῶτα τῶν ἐμῶν φίλων τυγχάνων, καὶ οὐκ αἰδεσθεὶς οὕτε τοὺς κοινοὺς ἄλας. οὔτε τὴν φιλίαν αὐτήν). I. οὐκ ἔστιν: τίς γυνὴ δυστυχεστέρα ἐμοῦ οὐκ ἐγένετο πώποτε, εἰ μὴ καὶ μόνη αὐτὴ ἡ Δυστυχία. σωματοποιεῖ τὴν Δυστυχίαν. ἐκείνη πέμπει τὴν δυστυχίαν εἰς τοὺς ἀνθρώπους. χωρὶς γοῦν αὐτῆς τῆς Δυστυχίας ἑτέρα τις γυνὴ οὐκ ἐγένετο ἐμοῦ δυστυχεστέρα. Fl. 59. ἐνταῦθα γὰρ προσωποποιεῖ τὴν Δυστυχίαν. Gu. τὴν δυστυχίαν δηλονότι. B. M.