Ancient Greek · ~6 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 788
Not analysed yet
795. καὶ λαβών: ἐπιτυχὼν δὲ ὁπόσων πρέπει τυχεῖν φίλον, καὶ λαβὼν προμηθίαν (ὅ ἐστι τὰ χρήματα καὶ πᾶσαν τὴν ὑπὲρ τοῦ παιδὸς πρόνοιαν· ἢ πρόνοιαν τῶν κατʼ ἐμὲ πραγμάτων,) ἐφόνευσε, τύμβου δʼ οὐκ ἠξίωσεν, ἐπεὶ φονεῦσαι ἤθελεν, ἀλλʼ ἔρριψεν εἰς τὴν θάλασσαν. ἡμεῖς μὲν οὖν δεδουλωμένοι καὶ ἀδύνατοι εἰς ἐκδίκησιν ἐπίσης ὑπάρχομεν· ἀλλʼ οἱ θεοὶ ἰσχύουσι, καὶ ὁ νόμος ἐκείνων ὁ κρατῶν πάντων· νόμῳ γὰρ θεὸν ἴσμεν, τῷ σέβειν θεοῦ νόμους. τῷ γὰρ φυλάττειν τὰ ὑπὸ τοῦ θεοῦ νενομοθετημένα καὶ τὸ θεῖον νομίζομεν. I. τὸ τυχὼν δʼ ὅσων δεῖ καὶ λαβὼν προμηθίαν νοητέον ἢ ὅτι τυχὼν ἐξ ἡμῶν ὅσων δεῖ τυγχάνειν τοὺς φίλους πρὸς φίλων καὶ λαβὼν πρέπουσαν κηδεμονίαν ἔκτεινε τὸν ἐμὸν υἱὸν, ἢ ὅτι τυχὼν ὅσων δεῖ τυγχάνειν τοὺς βασιλέων παῖδας ἐν οἴκοις τρέφοντας, χρημάτων καὶ τῆς λοιπῆς δαπάνης. καὶ τὸ μὲν πρῶτον νοεῖται ἐκ τοῦ “κοινῆς τραπέζης τυχὼν ἐμοί,” καὶ “τὰ πρῶτα τῶν ἐμῶν φίλων ὤν,” τὸ δὲ δεύτερον πρὸς τὸ ἔκτεινεν. Gu. I. τυχών: φιλίων πραγμάτων καὶ ἑτέρων. Fl. 59. λαβὼν προμηθίαν: λαβὼν τὴν ὑπὲρ τοῦ παιδὸς πρόνοιαν, ὅ ἐστι χρήματα. Ἄλλως. πρόνοιαν τῶν κατʼ ἐμὲ πραγμάτων, ὅτι πορθηθείσης τῆς Τροίας ἐδυστύχησα εἰς πολλὰ μεγάλως. M. προμηθίαν: Ἰωνικὸν, τὸ κοινὸν προμήθεια, ἀντὶ τοῦ ἐπιβουλήν. Gr. πρόνοιαν, κηδεμονίαν. Gu. τὴν ὑπὲρ τοῦ παιδὸς πρόνοιαν καὶ ὠφέλειαν, ὅ ἐστι χρήματα. Fl. 10. οἱ δὲ πεζογράφοι προμήθειαν γράφουσιν. Fl. 59.