Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 793
Not analysed yet
800. νόμῳ γάρ: διὰ τοῦ νόμου γὰρ τοὺς θεοὺς γινώσκομεν (ἤγουν διὰ νόμου καταλαμβάνομεν εἶναι θεούς Gu.) ,καὶ ζῶμεν διὰ τοῦ νόμου τὰ δίκαια καὶ τὰ ἄδικα τάξαντες. τῶν νόμων ἐκ θεοῦ ὄντων τιμωμένων σώζεται καὶ ἡ εἰς ἐκεῖνον τιμὴ, μὴ τιμωμένων δὲ καταλύεται. Gr. ἐν νόμῳ γὰρ νομίζομεν ζῆν τοὺς θεοὺς, ἤγουν νομίμως καὶ δικαίως διεξάγειν καὶ διακυβερνᾶν τὰ πάντα. ὑπὸ τῶν θεῶν δὲ διεξαγόμεθα ἡμεῖς τάξαντες ἡμᾶς ζῆν δίκαια. ἡμεῖς δὲ ζῶμεν ἄδικα καίπερ ὡρισμένοι τὴν δικαιοσύνην κρατεῖν καὶ δίκαια ζῆν. Fl. 59. ὑπολαμβάνομεν τοὺς θεοὺς ζῆν ἐννόμως. ἢ οὕτως· διὰ τοῦ θεοῦ γινώσκομεν τοὺς θεοὺς, καὶ ζῶμεν ἄδικα. Fl. 25. θεὸν ἴσμεν τῷ σέβειν θεοῦ νόμους. τῷ γὰρ φυλάττειν τὰ ὑπὸ θεοῦ νενομοθετημένα εἶναι καὶ τὸ θεῖον νομίζομεν. Fl. 10. 59. διπλῶς τοῦτο εἶπεν· ἢ ὅτι τοὺς θεοὺς ἐννόμως ἡγούμεθα καὶ νομίζομεν ζῆν, ἢ ὅτι ἐννόμως καὶ τοῖς νόμοις πειθόμενοι τοὺς θεοὺς σεβόμεθα. Fl. 10. 33. 59.