Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 795
Not analysed yet
802. —805. ὃς εἴς σʼ ἀνελθῶν: ὁ θεῖος νόμος ἀναχθεὶς εἰς σὲ, εἰ ἀκυρωθήσεται, καὶ μὴ ποινὴν δώσουσιν, οἲ τοὺς φίλους φονεύουσι καὶ ἱεροσυλοῦσιν, οὐκ ἔστιν ἀπὸ τῶν πολιτευομένων πραγμάτων ἐν τοῖς ἀνθρώποις ἐν ἰσότητι οὐδὲν, ἤγουν ἐν δικαιοσύνῃ. I. ὃς ὁ νόμος ἀνελθὼν εἰς σὲ, ὡς σὺ ὑπάρχεις βασιλεὺς, καὶ τὸ καταλῦσαι τὸν νόμον ἐν σοί ἐστιν καὶ τὸ συστῆσαι τοῦτον, εἰ διαφθείρεται καὶ μὴ δώσουσι δίκην, οἵτινες φονεύουσι τοὺς ξένους, ἢ τολμῶσι φέρειν, ἀντὶ τοῦ καταλύειν, τὰ ἱερὰ, ἤγουν τοὺς νόμους τῶν θεῶν, οὐ μὴ εἴπω ὅτι ἔστι τι τῶν ἐν ἀνθρώποις πραγμάτων δικαίως πραττόμενον, ἀλλὰ πάντα δηλονότι ἄδικα. Fl. 59. ὅς: τουτέστιν ὁ νόμος. M.