Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 806
Not analysed yet
812. οἴμοι τάλαινα: παρεπιγραφὴ τὸ σχῆμα. Gr. Fl. 6. 9. 17. 21. 56. 59. 76. κρατοῦσα τὰ γόνατα τοῦ Ἀγαμέμνονος ᾔσθετο τοὺς πόδας κινοῦντα, ὡστε ἐκβαλεῖν τῶν χειρῶν αὐτῆς. Gr. ποῖ μʼ ὑπεξάγεις πόδα: ποῦ μεταφέρεις τὸν πόδα σου; τὸ ἐντελὲς, ποῦ μοι ὑπεξέρχῃ. ἐδιχοστάτει γὰρ αὐτῇ ἐπικουρεῖν ὁ Ἀγαμέμνων, διὰ τὸ φίλον εἶναι τὸν Πολυμήστορα· οὐ γὰρ συνεμάχησεν ὅδε τοῖς Τρωσὶ χαριζόμενος τοῖς Ἕλλησι. B. M. I. ὑπεξάγεις: ἀπʼ ἐμοῦ, ἀντὶ τοῦ ἐξάγεις. Gr. κρυφίως μεταφέρεις, κινεῖς. Gu. ἰδοῦσα τὸν Ἀγαμέμνονα ἐπὶ συννοίᾳ γενόμενον καὶ διχοστατοῦντα εἰς βοήθειαν αὐτῆς, ὡς φίλου ὄντος τοῖς Ἕλλησι τοῦ Πολυμήστορος, λέγει, ποῦ ὑπεκφέρεις τὸν πόδα, ἤγουν τὸν νοῦν σου, ἀπὸ μεταφορᾶς τῆς βαδίσεως τοῦ ποδὸς, διαλογιζομένου τοῦ ἀνδρὸς, ποίαν ἄρα ὁδὸν κρατήσῃ. ἢ οὕτως· ἐν συννοίᾳ τὸν Ἀγαμέμνονα γενόμενον καὶ ἐγερθέντα τῆς καθέδρας αὐτῆς διαλογίζεσθαι αὐτὸν περιπατοῦντα, οἷα εἰώθασιν οἱ ἐν δισταγμῷ ὄντες ποιεῖν. Fl. 59. τί με ποιεῖς ἐπὶ πολὺ ὁδεύειν; εἶπε δὲ τοῦτο, διότι εἶδεν ἐκεῖνον ὑποχωροῦντα. Fl. 33.