Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 809
Not analysed yet
815. μοχθοῦμεν: μετὰ πόνου μανθάνομεν. I. μοχθοῦμεν ὡς χρὴ πάντα: ζητοῦμεν ἃ οὐδέν ἐστι, τὴν δὲ πειθὼ μόνην οὐκ ἀσκοῦμεν μισθοὺς διδόντες. Ἄλλως. πειθὼ δὲ τὴν τύραννον ὁ νοῦς· οὐ σπουδάζομεν τὴν πειθὼ μανθάνειν ἀκριβῶς, ἧς ἔδει μᾶλλον τῶν ἄλλων τεχνῶν ἀντιποιεῖσθαι, ἵνʼ εἴ ποτε πείθειν ἔδει, καὶ τὰ ἑξῆς. οὐκ ἀνατίθησι δὲ ἀεὶ τοῖς ῥήτορσι τὴν τοῦ πείθειν δύναμιν, εἰπὼν τὸ ποτέ ὡς οὐκ ἀεὶ πείθειν δυναμένοις, ἀλλʼ ὅτε δεῖ καὶ ἐν οἷς, ἵνα ὑπάρχῃ, φησὶ, τὸ πείθειν εἰς ἅ τις βούλεται. B. M. πονοῦμεν. Gu. κοπιῶμεν, μετὰ μόχθου μανθάνομεν. μοχθῶ καὶ πονῶ περὶ τὸ πρᾶγμα μετὰ προθέσεως κοινὸν, χωρὶς προθέσεως ποιητικόν. ἐπιλαμβάνονται καὶ ἐνταῦθα τοῦ ποιητοῦ, βαρβάρῳ προσώπῳ ταῦτα λέγοντος. Gr. ἐπιζητοῦμεν. B. ζητοῦμεν. Gr. FI. 10. 33.