Ancient Greek · ~5 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 818
Not analysed yet
824. —845. καὶ μὴν ἴσως: καὶ μὴν ἴσως κενὸν καὶ ἄκαιρον τόδε, τὸ ἔμπροσθεν τοῦ λόγου ποιεῖσθαι τὴν συνουσίαν τῆς θυγατρός, ἀλλʼ ὅμως εἰρήσεται. πρὸς ταῖς σαῖς πλευραῖς εἰς ὕπνον τρέπεται ἡ ἐμὴ μαντικὴ παῖς, ἥντινα ὀνομάζουσιν οἱ Φρύγες Κασάνδραν. ποῦ δῆτα δείξεις, ὦ ἄναξ, τὰς προσφιλεῖς νύκτας, ἢ ποῦ ἔξει ἡ ἐμὴ παῖς —τὸ ποῦ κατὰ κοινοῦχάριν τινὰ καὶ ἀνταμοιβὴν, ἕνεκα τῶν ἐν τῇ εὐνῇ φιλτάτων ἀσπασμάτων καὶ φιλημάτων, τίνα χάριν ἔξει ἡ ἐμὴ παῖς ἀπὸ σοῦ, ἀπʼ ἐκείνης δʼ ἐγώ; ἐκ τῆς νυκτὸς γὰρ καὶ ἐκ τῶν νυκτερινῶν φίλτρων πάνυ μεγίστη γίνεται χάρις τοῖς βροτοῖς. ἄκουε δὴ νῦν· ὁρᾶς τόνδε τὸν θανόντα, ἤγουν τὸν Πολύδωρον· τοῦτον δρῶν καλῶς, ἤτοι εὐεργετῶν, ὄντα γυναικαδελφὸν σέθεν, ἤγουν σοῦ, δράσεις εὗ δηλονότι. ἑνός ἐστιν ἐμοὶ ὁ μῦθος ἐλλιπής. εἴθε γένοιτό μοι λαλιὰ ἐν τοῖς βραχίοσι καὶ ἐν ταῖς κόμαις καὶ ἐν τῇ βάσει τῶν ποδῶν, ἢ ἐν τέχναις Δαιδάλου, ἤ τινος ἀπὸ τῶν θεῶν, ἵνα πάντα τὰ μέλη μου ἅπτοιντο ὁμοῦ τῶν σῶν γονάτων, κλαίοντα καὶ ἐντελλόμενα παντοίους λόγους. ὦ δέσποτα, ὦ μέγιστον φάος τοῖς Ἕλλησιν, ἀντὶ τοῦ τῶν Ἑλλήνων, πείσθητι, καὶ δὸς ἐμοὶ τῇ πρεσβύτιδι χεῖρα βοηθὸν, εἰ καὶ μηδέν ἐστιν ἡ ἱκετεύουσά σε δηλονότι, ἀλλʼ ὅμως δεῖ αὐτὴν παρὰ σοῦ ἐλεηθῆναι. ἴδιον γὰρ ἀνδρὸς ἀγαθοῦ τῇ δικαιοσύνη βοηθεῖν καὶ τοὺς κακοὺς δρᾶν ἀεὶ πανταχοῦ κακῶς, ἤτοι τιμωρεῖσθαι. I.