Ancient Greek · ~7 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 834
Not analysed yet
838. Δαιδάλου τέχναισι: περὶ τῶν Δαιδάλου ἔργων ὅτι ἐκινεῖτο καὶ προίει φωνὴν αὐτός τε ὁ Εὐριπίδης ἐν Εὐρυσθεῖ λέγει, οὐκ ἔστιν, ὦ γεραιὲ, μὴ δείσῃς τάδε· τὰ Δαιδάλεια πάντα κινεῖσθαι δοκεῖ βλέπειν τʼ ἀγάλμαθʼ ὁδʼ ἀνὴρ κεῖνος σοφός. καὶ Κρατῖνος ἐν Θράτταις “Πανὶ κακὸν δεῦρο μαστεύων τινὰ ποτὲ χαλκοῦν ἢ ξύλινον καὶ χρύσεον προσῆν, οὐδαμῶς ξύλινος ἐκεῖνος, ἀλλὰ χαλκοῦς ὢν ἀπέδρα. πότερον Δαιδάλειος ἦν, ἢ τίς ἐξέκλεψεν αὐτόν ; ʼ καὶ Πλάτων A. οὖτος, τίς εἶ ; λέγε ταχύ· τί σιγᾷς; οὐκ ἐρεῖς: B. Ἑομῆς ἔγωγε Δαιδάλου φωνὴν ἔχων ξύλινος βαδίζων αὐτόματος ἐλήλυθα. —B. M. I. Δαιδάλου τέχναισι: ἀγαλματοποὶος ὁ Δαίδαλος, ποιῶν ἀγάλματα. οὕτω κάλλιστα ὡς ἱστορηθῆναι περὶ τούτων τοῖς ποιηταῖς ὅτι φωνὴν ἠφίεσαν καὶ ἐκινοῦντο. οὗτος δὲ ὁ Δαίδαλος καὶ πτερὰ, ὅτε ἐβούλετο, περιετίθει ἑαυτῷ καὶ ἵπτατο. ἐπεὶ καὶ τὸν υἱὸν Ἴκαρον, ἐκ κηροῦ πτερὰ πλασάμενος καὶ περιθεὶς αὐτῷ, ἐποίησεν ἐναέριον κομισθῆναι. διαλυθέντος δὲ τοῦ κηροῦ πέπτωκεν εἰς τὸ νῦν ἀπʼ αὐτοῦ καλούμενον Ἰκάριον πέλαγος. φασὶ γὰρ ἀμυνόμενον τὸν Ἥλιον Δαίδαλον, ὡς πεποιηκότα τὴν θυγατέρα αὐτοῦ Πασιφάην, ἐρασθεῖσαν ταύρου, μιγῆναι αὐτῷ, ἐπεὶ τότε πετόμενον εἶδε τὸν υἱὸν αὐτοῦ κάρον, ἐκ κηροῦ πτεροῖς χρώμενον, σφοδρῶς ἐμπεσεῖν τοῖς πτεροῖς, καὶ διαλυθῆναι ταῦτα παρασκευάσαι, καὶ τὸν ἐν τούτοις κουφιζόμενον Ἴκαρον κατενεχθέντα πεπνίχθαι. Gu. 1. Δαιδάλου: ὃς καὶ τὰ εἴδωλα ἐποίει καὶ κινεῖσθαι καὶ λαλεῖν. Fl. 10. ὁ Δαίδαλος ἀνὴρ ἦν ἀγαλματοποιός· ἐποίει δὲ ἀγάλματα ξύλινα, καὶ ἐκινοῦντο καὶ ἐλάλουν. Fl. 33. πῶς δὲ μέλλει γίνεσθαι τοῦτο. Gu. τὸν Δαί- δαλον λέγουσι μεταμείβειν ἑαυτὸν εἰς ποικίλα εἴδη καὶ μορφὰς, καὶ ἀγάλματα ποιεῖν βαδίζοντα. ἔστι δὲ μῦθος, λέγεται δὲ οὕτως διὰ τὸ ποικίλας ὑπὲρ πάντας καὶ παρηλλαγμένας μορφὰς προσφέρειν τοῖς ἀγάλμασι, καὶ διὰ τὸ διαλελυμένους τοὺς πόδας τῶν ἀγαλμάτων ποιοῦντα, τῶν ἄλλων συνημμένους ποιούντων. Gr.