Ancient Greek · ~14 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 839.1
Not analysed yet
846. —849. δεινόν γε θνητοῖς: ἐπειδὴ τὴν Ἑκάβην ὁ χορὸς εἶδε δεομένην τοῦ Ἀγαμέμνονος βοηθῆσαι αὐτῇ, ἐχθροῦ ὄντος, ὡς τὴν πόλιν ταύτης πορθήσαντος, λέγει δεινοπαθῶν· δεινόν ἐστιν ὅτι συμπιτνεῖ καὶ συμπίπτει πάντα τοῖς θνητοῖς, καὶ οὕτε ὁ φίλος ἀεὶ φίλος, οὕτε ὁ ἐχθρὸς ἀεὶ ἐχθρός. ἀλλʼ ὁ μὲν φίλος ἔστιν ὅτε ἐχθρὸς γίνεται, ὁ δὲ ἐχθρὸς φίλος. καὶ οἱ νόμοι κελεύοντες τὸν μὲν φίλον ἀεὶ φίλον ἡγεῖσθαι, τὸν δὲ ἐχθρὸν ἀεὶ ἐχθρὸν, λέγουσι κεχωρισμένως τὰς ἀνάγκας τιθέντες διὰ τούτων τοὺς φίλους ἐχθροὺς, καὶ τὸ ἀνάπαλιν. οἷον ἐάν τις ἀνάγκη συμβῇ, ὥσπερ καὶ νῦν, ὁ μὲν φίλος ἐχθρὸς, ὁ δὲ ἐχθρὸς φίλος καθίσταται. οὕτω τοῦτο νοεῖται. οἱ δὲ ἐναλλάσσοντες τὰς λέξεις καὶ τὰς ἀνάγκας ἀντὶ τοῦ ἀνάγκαι, καὶ τὸ νόμοι ἀντὶ τοῦ νόμους, καὶ τὰ ἄλλα ὁμοίως λέγοντες, οὐ καλῶς λέγουσι. Gu. I. δεινόν γε θνητοῖς: μεταλλακτέον τὰς πτώσεις. ἔστι γὰρ, καὶ αἱ ἀνάγκαι τοὺς νόμους διώρισαν. ὁ δὲ νοῦς· δεινὸν ὅτι πάντα συνέρχεται τὰ κακὰ κατὰ ταυτὸν τοῖς ἀνθρώποις καὶ αἱ ἀνάγκαι τὰ νενομισμένα τοῖς ἀνθρώποις μετήλλαξαν. ἐδέδοκτο γὰρ πολέμιον εἶναι τῇ Ἑκάβῃ τὸν Ἀγαμέμνονα, ἀλλʼ ἡ ἀνάγκη τὸν νενομισμένον τῇ Ἑκάβῃ μετήλλαξεν. Ἄλλως. ἐναντίως εἶπεν· ἔδει γὰρ, καὶ τοὺς νόμους αἱ ἀνάγκαι διορίζουσιν, αὗται γὰρ καὶ νόμων ἐπικρατέστεραι, οὐ τὸ ἐναντίον, διότι οἱ νόμοι τὰ ἑκούσια τιμωροῦνται, οὐχὶ τὰ ἐξ ἀνάγκης δρώμενα, ὡς καὶ νῦν ἡ γραῦς ἐξ ἀνάγκης φίλον ποιεῖται τὸν πολέμιον. B. M. I. ὁ δὲ Δίδυμος οὕτως· μᾶλλον ὤφειλεν εἰπεῖν ὅτι τοὺς νόμους αἱ ἀνάγκαι διορίζουσιν· αἱ γὰρ ἀνάγκαι καὶ τῶν νόμων ἐπικρατέστεραι, οὐχ οἱ νόμοι τῶν ἀναγκῶν. καὶ νῦν οὖν τοὐναντίον εἶπεν. M. Fl. 21. Καὶ ἄλλως. αἱ ἀνάγκαι οὐκ ἀκολούθως τοῖς νόμοις πράττουσιν. M. Fl. 59. δεινόν γε: θαυμαστὸν πρᾶγμα ὑπάρχει, ὡς τὰ πάντα τά τε καλὰ καὶ τὰ κακὰ συνέρχονται τοῖς βροτοῖς, καὶ τὰς ἀνάγκας, ἤγουν τὴν εἱμαρμένην αὐτὴν, διέταξαν οἱ νόμοι, —ὅπου γὰρ εἱμαρμένον, ἐκεῖ νόμος οὐκ ἔστι· —φίλους τιθέντες τοὺς πολεμιωτάτους, καὶ ἀνάπάλιν τοὺς φίλους ἐχθρούς. ὁ γὰρ Ἀγαμέμνων πρὸ τῆς τοιαύτης δυστυχίας τῆς Ἑκάβης, ἤγουν τοῦ φόνου τοῦ Πολυδώρου, ἐχθρὸς ἦν αὐτῇ, Ἑκάβῃ, ὡς αἰχμαλωτίσας αὐτήν· νῦν δὲ, καταλαβὸν ταύτην ἕτερον δεινὸν, καὶ εἰς βοήθειαν Ἀγαμέμνονα χρήζουσα, φαίνεται φίλος ταύτης ὁ πρώην ἐχθρὸς, ὁ δὲ Πολυμήστωρ, ὁ πρώην φίλος, μετὰ τὴν τοῦ Πλυδώρου σφαγὴν ἐχθρὸς ἐγένετο τῇ Ἑκά κάβῃ ὁ πρώην αὐτῇ φίλος. διὸ καὶ τὰ καλὰ καὶ τὰ κακὰ συνέρχονται τοῖς ἀνθρώποις. Fl. 59. ἀντίπτωσις. καὶ αἱ ἀνάγκαι τοὺς νόμους διεμέρισαν, διορίζουσι, τάσσουσι, διέταξαν. Fl. 10. 17. 33. 56. 59. 76. οἱ νόμοι τὰ ἑκούσια τιμωροῦνται, οὐ τὰ ἐξ ἀνάγκης δρώμενα, ὡς καὶ νῦν ἐξ ἀνάγκης φίλιον ποιεῖται τὸν πολέμιον· ἐπικρατέστεραι γὰρ τοῦ νόμου αἱ ἀνάγκαι. Fl. 10. οὐκ ἔστι τι, ὅπερ οὐκ εὐμαρῶς ἔρχεται τῇ φύσει τῶν ἀνθρώπων. καὶ ἡ ἀνάγκη γὰρ αὐτὴ, ἡ συνδέονται φίλοι ἢ συγγενεῖς, καταλύεται καὶ τρέπεται τοῖς νόμοις, καὶ ἡγούμεθα τὸν παρανομοῦντα φίλον πολέμιον, τὸν δὲ μὴ παρανομοῦντα καὶ ἀδικούμενον φίλον, εἰ καὶ πολέμιός ἐστι. τοῦτο λέγει ὁ χορός προκαταλαμβάνων τὸν τοῦ Ἀγαμέμνονος λόγον, καὶ ἀποφαινόμενος ὡς λίαν δικαίου ὄντος τοῦ πράγματος βοηθηθῆναι τὴν Ἑκάβην. Gr. δεινόν: χαλεπὸν καὶ ἄδικόν ἐστι λίαν τὸ μὴ πάσχειν τοὺς κακοὺς κακῶς καὶ τοὺς ἀγαθοὺς καλῶς. Fl. 33. μέγα πρᾶγμα ὑπάρχει. Fl. 6. 9. 17. 21. 56. 59. 76. φοβερὸν, δυσνόητον, θαυμαστόν. Fl. 33. ἅπαντα: κακά. Fl. 10. ἃ βούλονταί τε καὶ οὐ βούλονται, καλὰ, κακά. Gu. συμπίτνει: συμβαίνει. Gr. συμπίπτει. Gu.