Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 851
Not analysed yet
860. ὅδʼ: ὁ υἱός σου. Fl. 10. δηλονότι ὁ Πολύδωρος. M. ὁ κατθανών. Gu. χωρὶς τοῦτο: κατʼ ἰδίαν σοὶ μόνῃ τοῦτο. Gr. ἰδίως, κεχωρισμένως ὑπάρχει, ἤγουν ἴδιον ὑπάρχει σοι τὸ ἀγαπᾶν τὸν υἱόν σου, καὶ οὐ συντείνει πρὸς τὸν στρατὸν ἡ πρός τοῦτόν σοι φιλία. Gu. χωρὶ ἀντὶ τοῦ ἄνευ, χωρὶς ἀντὶ τοῦ μακράν. Fl. 21. κοινόν: δηλονότι εἰ ἐστὶ φίλος σοι, οὐκ ἐστὶ τῷ στρατῷ τῷ Ἑλληνικῷ. Fl. 21. εἴποιεν οἱ Ἕλληνες ἐμοί· εἰ δέ σοι φίλος Πολύδωρος. τοῦτο οὐ κοινὸν τῷ στρατῷ. καὶ ἄλλως ἀπὸ τοῦ Ἀγαμέμνονος τῇ. Ἑκάβῃ· εἴ σοι φίλος, ὡς υἱὸς, ὁ Πολύδωρος, ἀλλʼ οὐχὶ καὶ τῷ στρατῷ, ὡς συμπονῆσαί σοι. Καὶ ἄλλως. εἰ δὲ ὅδε καὶ οὗτός ἐστι σοι φίλος. ἤγουν εἰ καὶ ἐγῶ φίλος σου εἰμὶ, ἀλλʼ οὐ κοινὸν τοῦτο καὶ τῷ στρατῷ, ὡς εἶναι κἀκείνους φίλους σούς. Gr.