Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 894
Not analysed yet
905. —922. σὺ μὲν, ὦ πατρὶς Ἰλιάς: ἡ μὲν θεράπαινα κατὰ τὴν πρόσταξιν τῆς Ἑκάβης ἀπέρχεται πρὸς τὸν Πολυμήστορα, ὁ δὲ' χορὸς τῶν αἰχμαλωτίδων γυναικῶν λέγει τὰς συμφορὰς αὐτῶν, ἵνα μὴ ἀργῇ τὸ δρᾶμα, μέχρις οὗ ἔλθῃ ὁ Πολυμήστωρ. λέγεται δὲ οὕτως· σὺ μὲν, ὦ πατρὶς Τρωϊκὴ, οὐδαμῶς κληθήσῃ πόλις τῶν ἀπορθήτων· τοιόνδε νέφος καὶ πλῆθος τῶν Ἑλλήνων περικαλύπτει σε πορθηθεῖσαν ἐν δορὶ καὶ πολέμῳ. ἀπεκόπης δὲ τὴν στεφάνην καὶ τὸν καλλωπισμὸν τῶν πύργων, κατεχρώσθης δὲ, ἤτοι μεμελάνωσαι, ἐλεεινότατα κηλῖδι καπνοῦ αἰθάλου καὶ καυστικοῦ. ὦ τάλαινα, πατρὶς δηλονότι, οὐκέτι ἐνδιατρίψω καὶ ἐμπεριπατήσω σοι. κατὰ τὸ μεσονύκτιον ἐφθάρην, ὁπηνίκα ἐκ τῶν δείπνων, ἤτοι μετὰ τὰ δεῖπνα, κέχυται ἐπὶ τοῖς ὀφθαλμοῖς ὕπνος γλυκύς. ἀπὸ τῶν ὕμνων δὲ καὶ ἀπὸ τῶν χαροποιῶν θυσιῶν καταπαύσας, ἑαυτὸν δηλονότι, ὁ πόσις ἔκειτο ἐν τοῖς θαλάμοις, οὐδαμῶς ὁρῶν τὸν ναυτικὸν ὅμιλον περιπατοῦντα εἰς τὴν Τροίαν, τὸ δόρυ δὲ, ἔκειτο κατὰ κοινοῦ, ἐπὶ τῷ πασσάλῳ. τὸ δὲ ἀκόντιον εἰπὼν ἀπὸ μέρους ἐδήλωσεν ὅλα τὰ ὅπλα. I.