Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 896
Not analysed yet
906. ἀπορθήτων: μία τῶν μὴ ἁλωθέντων ἀπὸ τῶν πολεμίων. Fl. 6. 21. 56. ἔλεγον πρὸ τῆς πορθήσεως τῆς Ἰλίου εἶναι ταύτην ἀπορθήτων ὡς θεόδμητος· ὁ γὰρ Ποσειδῶν καὶ ἕτεροι θεοὶ ἔκτισαν ταύτην, καὶ ἕνεκα τούτου ἐκάλουν αὐτὴν ἀπόρθητον. νῦν δὲ πορθηθεῖσα λέγει ὁ χορός· ἀπὸ τοῦ νῦν, ὦ πατρὶς Ἰλιὰς, οὐκέτι καὶ εἰς τὸ μετὰ ταῦτα κληθήσῃ πόλις τῶν ἀπορθήτων, ἀλλὰ δηλονότι τῶν πορθηθέντων· μέγα γὰρ νέφος καὶ πλῆθος τῶν Ἑλλήνων περιέκρυψε καὶ ἠφάνισέ σε, πορθῆσαν καὶ σκυλεῦσαν ἐν δορὶ καὶ ἐν κονταρίῳ. Fl. 59. λέξει: καταριθμήσῃ. Fl. 10. 21. οὐδαμῶς εἰς τὸ ἑξῆς ῥηθήσῃ. Gr. ὀνο- μασθήσῃ, κληθήσῃ. Gu. οὐκέτι, φησὶν, ὦ πατρὶς Ἰλιὰς, ταῖς ἀπορθήτοις πόλεσι συγκαταριθμηθήσῃ. νέφος δὲ ἀντὶ τοῦ πολέμου τὸ νέφος πορθῆσάν σε τῶν Ἑλλήνων, ἀντὶ τοῦ ὁ πόλεμος. ἡ δὲ ἀμφί πρὸς τὸ κρύπτει τουτέστι περικαλύπτει σε. B.