Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 903
Not analysed yet
914. Οἱ Ἕλληνες, μὴ δυνάμενοι Τροίαν ἑλεῖν ἵππον κατεσκεύασαν ξύλινον, ἀνατιθέμενοι τοῦτον δῆθεν τῷ Ὀλυμπίῳ Διὶ τῷ Τροίαν φυλάσσοντι. ἐμβαλόντες δὲ τούτῳ πολλούς τε ἄλλους τῶν ἡρώων καὶ Μενέλαον ἔστησαν πρὸ τῶν τειχῶν, αὐτοὶ δὲ ὑπεχώρησαν εἰς τὰς ναῦς, καὶ ἀνηνέχθησαν ἐν θαλάσσῃ, δοκοῦντες οἴκαδε ἀναστρέφειν. οἱ τοίνυν Τρῶες, ἐπιχειρήσαντες εἰσαγαγεῖν εἰς τὴν πόλιν τὸν δούρειον ἵππον, ἐπεὶ οὐχ οἷός τε ἦν ἔνδον γενέσθαι διὰ τὸ μέγεθος, ἔνα τῶν πύργων, ὡς φασί τινες, κατενεγκόντες, οὕτως ἔνδον τὸν ἵππον ἤγαγον. βαθείας δὲ νυκτὸς γενομένης καὶ τῶν Τρώων ἀμερίμνως κειμένων, ὡς μηδενὸς τῶν Ἑλλήνων φαινομένου ἐν τῷ λιμένι, ἐξελθόντες ἐκ τοῦ ἵππου οἱ Ἕλληνες, ἔχοντες καὶ προδότας τῆς Τροίας, ἀναβάντες ἐπὶ τοῦ τείχους μετὰ πυρσῶν καὶ βοῆς, ἐκάλεσαν τοὺς Ἕλληνας, οἵτινες ἀφικόμενοι παρεστήσαντο τὴν Τροίαν. Gu. I. μεσονύκτιος: ἀντὶ ἐπιρρήματος ἤγουν κατὰ τὸ μεσονύκτιον. Gr. μεσονύκτιος Ἀττικόν· οὕτω λέγεται καὶ ὀλίγοις ἔτεσι καὶ ὀλιγοετὴς, καὶ πολλοῖς ἔτεσι καὶ πολυετὴς ἀπεβίω. Gr. ἀπωλλύμαν :ἐφθειρόμην καὶ αἰχμαλωτιζόμην. Fl. 56. ἀπωλόμην. Gr. ἐφθάρην. Gu.