Ancient Greek · ~5 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 910
Not analysed yet
923. ἐγὼ δὲ πλόκαμον: ἐγὼ δὲ τὸν πλόκαμον ηὐτρέπιζον κατὰ τάξιν, καὶ ἐκόσμουν ἐν μίτραις καὶ αἰτανίοις ἀναδέτοις, ἤτοι ἐπάνω τῆς κεφαλῆς δεδεμένοις, λεύσσουσα εἰς κυκλοτερεῖς αὐγὰς τῶν χρυσέων κατόπτρων, ἵνα πέσοιμι εἰς τὴν κοίτην. εἰς δὲ τὴν πόλιν ἔμολεν ἦχος. κέλευσμα δὲ, ἤτοι βοὴ τῶν Ἑλλήνων, ἦν κατὰ τὸ ἄστυ τῆς Τροίας τόδε, ὦ Ἕλληνες, πότε δὴ, πότε πορθήσαντες τὴν Τρωικὴν ἐξοχὴν, τουτέστι τὴν ἀκρόπολιν, παραγενήσεσθε εἰς τοὺς οἴκους; τὴν προσφιλῆ δὲ κοίτην λιποῦσα μονοχίτων, καθὰ κόρη Λακεδαιμονία, καθίζουσα πρὸς τὴν σεμνὴν Ἄρτεμιν ἱκέτις οὐκ ἤνυσα ἡ ἀθλία, τουτέστιν οὐκ ἠδυνήθην σωθῆναι. ἄγομαι δὲ ἐπὶ τὸ πέλαγος τὸ θαλάσσιον, ἰδοῦσα τὸν ἐμὸν ἄνδρα θανόντα, καὶ τὴν πόλιν ἀπὸ μακρόθεν ὁρῶσα, ἀφʼ οὗ ἐπίστροφον ἡ ναῦς ἐσάλευσε πόδα. I. πλόκαμον: τὰς τρίχας. Fl. 59. τὴν ἐμὴν πλεξίδαν. Fl. 21. ἀναδέτοις: καὶ σήμερον οὕτως λέγεται ἀναδέτοις. Fl. 59. ἐγὸ δὲ ἐκαλλωπιζόμην τὸν πλόκαμον ἐν αἰτανίοις ἀναδέτοις. εἰώθασι γὰρ αἱ γυναῖκες κατὰ τὴν νύκτα πλέκεσθαι, εἶτα βλέπειν εἰς τὸ κάτοπτρον, εἰ· ὀρθίως κεῖται ἡ πλοκή. Fl. 59. μετὰ τὸ εὐωχηθῆναι ἐν ταῖς μίτραις ἐκαλλωπιζόμην καὶ ἀνεδέσμουν ἐπὶ τῷ καθεύδειν μετὰ τοῦ ἀνδρὸς, κατὰ τὸ γυναικεῖον ἔθος. B. M. I.