Ancient Greek · ~5 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 930
Not analysed yet
945. βούταν: βουκόλον, βοτῆρα, ποιητικόν. Gr. βοσκόν. Gu. βούτας λέγεται ὁ Ἀλέξανδρος, ἐπεὶ εἰς τὰ ποίμνια τοῦ πατρὸς αὐτοῦ ἦν καὶ ἀνετρέφετο, μέχρις οὗ εἰς τὴν Λακεδαιμονίαν ἦλθε· Ιδαῖος δὲ διὰ τὴν Ἴδην τὸ ὅρος· πόλις γὰρ τῆς Τροίας ὑπὲρ τὸ ὅρος· αἰνόπαρις δὲ, διότι ἐπὶ κακῷ ἐξέφυγε καὶ παρέδραμε τὸν φόνον, ὃν ἔκριναν οἱ μάντεις θανατῶσαι αὐτόν. Fl. 59. κατάρᾳ διδοῦσα: ἐπαρωμένη καὶ αἴτιος τοῦ πολέμου. M. πρὸς τὸ ἀποσκοποῦσα ἐστὶ καὶ ἡ μετοχὴ τὸ κατάρᾳ διδοῦσα· τὸ δὲ ἐπεὶ νόστιμον καὶ τὸ τάλαινα ἀπεῖπον ἄλγει διὰ μέσου, εἰ καὶ φασί τινες πρὸς τὸ ἀπεῖπον τὴν μετοχὴν ταύτην εἶναι. Gu. I. οἱ μὴ δυνάμενοι τιμωρῆσαι τοὺς ἑαυτῶν ἐχθροὺς ὑποβάλλουσι κατάρᾳ αὐτούς. τὸ αὐτὸ καὶ ὁ χορὸς λέγει· ἀπηγόρευσα αὐτῇ πολλῇ θλίψει, διδοῦσα ἐν κατάρᾳ, ἤγουν καταρωμένη, τὴν Ἑλένην, τὴν ἀδελφὴν τῶν Διοσκόρων, τοῦ τε Κάστορος καὶ τοῦ Πολυδεύκους, τὸν δαῖόν τε βούταν, καὶ βουκόλον, τὸν αἰνόπαριν, ἤγουν τὸν Ἀλέξανδρον, διότι ἀπώλεσεν καὶ ἄπο καὶ μακρὰν ἔθηκεν ἐμὲ ἐκ τῆς πατρικῆς γῆς, καὶ ἐξäῴκισεν, καὶ ἀποίκους ἐποίησεν ἡμᾶς, ὁ γάμος τοῦ Ἀλεξάνδρου, ὁ οὐ γάμος, ἀλλ’ οἰζὺς καὶ συμφορὰ ἀλάστορός τινος δαίμονος.