Ancient Greek · ~5 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 940
Not analysed yet
957. φεῦ: χαριζόμενος ὁ Πολυμήστωρ τῇ Ἑκάβῃ καὶ πεπλασμένως συλλυπούμενος αὐτῇ ἰδὼν τήν τε Τροίαν καυθεῖσαν, τὴν Πολυξένην σφαγεῖσαν, τὸν Πρίαμον καὶ τοὺς υἱοὺς αὐτοῦ φονευθέντας, ταύτην δὲ αἰχμάλωτον, ἀποκλαιόμενος λέγει· ἐν τοῖς ἀνθρώποις οὐδέν ἐστι πρᾶγμα πιστὸν καὶ βέβαιον, οὔτε ἡ εὐδοξία καὶ ἡ εὐδαιμονία ὑπάρχει βέβαιος, ἀλλὰ μεταφέρεται, οὔτε πάλιν τὸν καλοπραγοῦντα ἔσται μὴ κακοπραγήσειν· χθὲς γἀρ ἡ Ἑκάβη βασιλὶς ἦν μετὰ τῶν παίδων αὐτῆς, ἡ Τροία εὐτύχει, τὰ ἐκείνων πάντα εὐτυχῶς εἶχον· νῦν δὲ ἡ μὲν βασιλὶς δούλη, ἡ δὲ Τροία κατεστράφη. φύρουσι δὲ καὶ συγχέουσιν οἱ θεοὶ αὐτὰ, τὰ πράγματα τῶν ἀνθρώπων, πάλιν καὶ πρόσω, εἰς τὸ ὀπίσω καὶ εἰς τὸ ἔμπροσθεν, ἤγουν εἰς εὐδαιμονίαν καὶ δυστυχίαν, ἐντιθέντες καὶ τιθέμενοι καὶ ποιοῦντες εἰς τοὺς ἀνθρώπους ταραγμὸν καὶ σύγχνσιν, ὡς ὄντως ἐν ἀγνωσίᾳ σέβωμεν καὶ τιμῶμεν αὐτοὺς, ἤγουν τοὺς θεούς. ἀποβλέπων γὰρ ὁ Πολυμήστωρ τὰς θυσίας καὶ τιμὰς, ἃς ἡ Ἑκάβη πρὸς τοὺς θεοὺς ἐθυσίαζε καὶ ἐδίδου, μηδὲν ὠφελούσας αὐτὴν, λέγει, ὄντως ἐν ἀγνωσίᾳ ὄντες οἱ ἄνθρωποι σέβωμεν αὐτούς· καὶ γὰρ ὄφελος ἡ Ἑκάβη εὗρεν ἀπὸ τῶν εἰς τοὺς θεοὺς θυσιῶν, ὧν ἐποίει. Fl. 59. πιστόν: βέβαιον, ἀραρός. B. βέβαιον. M. Gr. μόνιμον. M. Gu. βέβαιον καὶ ἑδραῖον. Fl. 10. 33. εὐδοξία: εὐπραγία. B. ἡ δόξα. Gr. εὐτυχία, εὐπραξία. Gu.