Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 955
Not analysed yet
970. ὤφθην: ᾦτινι γὰρ ὤφθην εὐτυχοῦσα. M. ἐφάνην. B. Gu. ἐθεάθην. Gu. εὐτυχοῦσʼ :ἐξεθλίβη τὸ α καὶ τὸ ν, ὡς καὶ παρʼ Ὁμήρῳ “βούλομʼ ἐγῶ λαόν,” καὶ ὡς τὸ “ἔωθʼ ὅδε” ἀντὶ τοῦ ἔστιν ὅδε· πολλὰ γὰρ εὑρίσκονται ἐκθλιβόμενα στοιχεῖα. εἰ δὲ συντάξεις τοῦτο τυγχάνουσα εὐθεῖαν, σολοικοφανές ἐστι, καὶ ἀσυντακτικὸν παντελῶς. Fl. 21. 59. αἰδώς μʼ ἔχει: ἀγνοοῦντές τινες ἐνταῦθα τὴν σύνταξιν σόλοικον ἡγοῦνται, λέγοντες ὡς τυγχάνουσαν ἔδει εἰπεῖν πρὸς τὸ αἰδώς μʼ ἔχει. τὸ δʼ οὕτω συντάσσεται· ἐν τῷδε γὰρ τῷ πότμῳ καὶ τῇ τύχῃ, ἵνα καὶ ὅπου εἰμὶ νῦν τυγχάνουσα, αἰδώς μʼ ἔχει ἐκείνου τοῦ ἀνδρὸς, ὅτῳ καὶ ὤφθην καὶ ἐφάνην εὐτυχοῦσα. ἢ τὸ τυγχάνουσα πρὸς τὸ αἰδώς συναπτέον οὕτως· αἰδὼς γὰρ ἔχει ἐμὲ ἐκείνου, ὅτῳ ὤφθην εὐτυχοῦσα, τυγχάνουσα ἡ αἰδὼς ἐν τῷδε τῷ πότμῳ, ἵνα καὶ ὅπου εἰμὶ νῦν, τουτέστιν αἰδοῦμαι θεάσασθαί σε. ἡ δὲ αἰδὼς οὐκ ἄλλοθεν ἢ ἐκ τῆς δυστυχίας ἐστὶν ἡ νῦν πρόσκειμαι. ὃ δὴ καὶ κρεῖττόν ἐστι τοῦ προτέρου. Gu. I. ἐντροπή. κρατεῖ. B. αἰδοῦμαι καὶ ἔχω αἰδῶ καὶ ἔχει με αἰδὼς ταυτόν. Gr.