Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 960
Not analysed yet
976. καὶ θαῦμά γʼ οὐδέν: αἰσχύνεσθαί σε δηλονότι. ἀλλὰ τίς χρεία ἐμοῦ σοι; διὰ τί πρᾶγμα μετεπέμψω ἐκ τῶν δόμων τὸν ἐμὸν πόδα, ἤγουν ἐμέ ; I. ἀλλὰ τίς χρεία σʼ ἐμοῦ: ἔδει οὕτως εἰπεῖν, ἀλλὰ τίς χρεία σοι ἐμοῦ ; νῦν δὲ Ὁμηρικῷ ζήλῳ ἀντὶ τοῦ σοί σέ εἴρηκε, λαμβάνων τὴν εἰς πρόθεσιν ἔξωθεν, ὡς τὸ “χρεώ βουλῆς ἐμὲ καὶ σέ” ἢ ἐπεὶ ἡ οι δίφθογγος κουφίζεται, ἔστω κἀνταῦθα σοί. Gu. I. καὶ θαῦμα γ᾿ οὐδέν :τὰ τῆς Ἑκάβης συγγνώῃ διδοὺς ὁ Πολυμήστωρ τὴν ἔπειξιν ποιεῖται πρὸς τὸ ἴδιον βούλημα. Gr.