Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 966
Not analysed yet
984. τί χρή: ἀλλὰ χρὴ καὶ πρέπει σημαίνειν σὲ τί. τὸ τί ἀπὸ τοῦ ἑτέρου στίχου, καὶ ἔκτοτε στίξον αὐτὸ εἰς τὸ τί. Fl. 59. εἰ μὲν στίξεις εἰς τὸ “σημαίνειν σε χρή,” τὸ λοιπὸν ὁ Πολυμήστωρ ὅλον ἐν ἐρωτήσει· καὶ ἕτοιμός εἰμι ἐγὼ βοηθῆσαί σοι. εἰ δὲ στίξεις εἰς τὸ τί, τὸ λοιπὸν ἡ Ἑκάβη ἀπολύτως, ὅτι ἕτοιμός εἰμι βοηθῆσαι σοι. Fl. 25. τί χρή: καὶ διὰ τί κέκλημαι ὧδε. Gr. τὸν εὗ πράσσοντα: ἐμὲ τὸν εὐτυχοῦντα σοὶ τῇ ἀτυχούσῃ προσήκει βοηθῆσαι. B. M. χρὴ γὰρ τὸν εὐπραγοῦντα, καὶ καλῶς ἔχοντα, ἐπαρκεῖν, καὶ βοηθεῖν τοῖς φίλοις τοῖς μὴ πράσσουσιν εὖ, τοῖς κακοπραγοῦσιν ἤτοι τοῖς κακῶς ἔχουσιν, ὡς καὶ καθὰ ἔτοιμός εἰμι ἐγὼ ποιεῖν τοῦτο εἰς σέ. οἱ Ἀττικοὶ τὸ εὐπραγῶ σύνθετον ὂν λέγουσιν οὕτω διαλελυμένως, εὖ πράσσω. ὁμοίως καὶ τὸ κακοπραγῶ καὶ τὸ ἀγαθὸν πράσσω, ἤγουν τὸ καλοπραγῶ, εἰς δὲ τὴν σύνταξιν πάλιν συντάσσεται συνῃρημένως. Fl. 59.