Ancient Greek · ~5 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 977
Not analysed yet
996. σῶσόν νυν αὐτόν: φύλαττε δὴ αὐτὸν, τὸν πλοῦτον, καὶ μὴ ἐπιθύμει τῶν πραγμάτων τοῦ πλησίον. I. τὸ νῦν οὐκ ἔστι χρονικὸν ἐνταῦθα, ἀλλὰ συμπερασματικὸν, ἀντὶ τοῦ δή λαμβανόμενον, ὥσπερ καὶ τὸ νυ παραπληρωματικόν. χρῶνται δὲ τῷ νυ μόνοι οἱ ποιηταὶ, τῷ δὲ νῦν καὶ ποιηταὶ καὶ λογοποιοί. Gu. I. ἴσθι δὲ ὅτι τὸ μὲν νῦν τὸ χρονικὸν ἀεὶ μακρόν ἐστι καὶ περισπᾶται· διὸ καὶ τὸ νυν ἐκ τούτου γινόμενον μακρόν ἐστι· τὸ δὲ νῦν ἀντὶ τοῦ δή ἀεὶ βραχὺ, καὶ ὀξύνεται μόνον κείμενον, συντεθὲν δὲ ἐγκλίνεται, ὡς κἀνταῦθα. διὸ καὶ τὸ τοίνυν ἐκ τούτου γινόμενον βραχύ ἐστι. 1. νῦν: ἀντὶ τοῦ δή. M. τὸ νῦν ἀντὶ τοῦ δή παραπληρωματικὸς σύνδεσμός ἐστι, καὶ οἱ ἄλλοι δή, ῥά, νύ. ὅταν οὖν ἔχῃ ἔμπροσθεν αὐτοῦ φωνῆεν, ἐφελκυστικόν ἐστι τοῦ ν, ὅταν δὲ σύμφωνον, ἐκλείπει, ὡς τὸ οὕτω οὕτως. μέχρι μέχρις, καὶ τὰ ἕτερα. Fl. 59. σῶσον: διατήρησον. Gr. σῶον καὶ ὑγιᾶ διαφύλαττε. Gu. τῶν πλησίον: τῶν τοῦ πλησίον. Gu. πραγμάτων φίλου. Gr. νόει δὲ τὸ τοῦ πλησίον ἀντὶ τοῦ χρυσοῦ αὐτοῦ, περὶ οὗ ἠρώτησε· πλησίον γὰρ αὐτοῦ ἦν, ἐπειδήπερ ἐν τοῖς οἴκοις αὐτοῦ κατείχετο. Gu.