Ancient Greek · ~6 min
980 to 987
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 980-987
Not analysed yet
1001. τί χρῆμα: τί ἐστὶ τὸ πρᾶγμα, ὅπερ ἐστὶ πρέπον εἰδέναι καὶ ἐμὲ καὶ τὰ ἐμὰ τέκνα: θησαυροὶ παλαιοὶ χρυσοῦ κεκρυμμένοι τῶν Πριαμιδῶν· τοῦτό ἐστι τὸ πρᾶγμα, θησαυροὶ κεκρυμμένοι τῶν Πριαμιδῶν. I. 1002. κατώρυχες :κεκρυμμένοι ἐν γῇ θησαυροί. Gr. κατορωρυγμένοι. Gu. θησαυροί. M. Fl. 59. κατώρνχες οἱ θησαυροί. παρηκολούθησεν ἡ λέξις· ὀρύσσει γάρ τις τὴν γῆν καὶ εἰσάγει τὸν χρυσόν. Fl. 59. 1003. ταῦτʼ ἔσθʼ: ταῦτα ἃ διηγήσω. B. τοῦτό ἐστι τὸ πρᾶγμα. θησαυροὶ κεκρυμμένοι τῶν Πριαμιδῶν. M. ταῦτά ἐστιν ἅτινά με θέλεις δηλῶσαι τῷ παιδί σου; I. ἄνω εἰπὼν “τί χρῆμʼ ὃ κἀμὲ καὶ τέκνʼ εἰδέναι χρεών” ἐνταῦθα λέγει, ταῦτά ἐστιν ἃ βούλει παιδὶ τῷ σῷ δηλῶσαι; ἐξαπατῶν δῆθεν τὴν Ἑκάβην, ὡς μηδαμῶς τὰ τοῦ παιδὸς ἐκείνης ἰδιοποιούμενος. Gr. 1004. μάλιστα: ναὶ, διὰ σοῦ θέλω μηνῦσαι ταῦτα τῷ Πολυδώρῳ· ὑπάρχεις γὰρ εὐσεβὴς ἄνθρωπος. I. εὐσεβής: εἰρωνικῶς κατʼ ἀντίφρασιν, τουτέστιν ἀσεβής. Gu. 1005. —1017. κατὰ τί οὖν χρεία ὑπάρχει τῆς ἐλεύσεως τῶν παίδων —λυσιτελές ἐστιν, ἐὰν σὺ ἀποθάνῃς, τούτους γινώσκειν. —καλῶς εἶπας οὕτως τῇδε τῇ διανοίᾳ, καὶ σοφωτέρως ἐμοῦ. I. 1006. τούσδʼ εἰδέναι: διπλόης ὁ λόγος. Gr. 1007. τῇδε: οὕτως. Gr. ἢ ἐν τῇδε καὶ ταύτῃ τῇ διανοίᾳ καὶ γνώμῃ. Gu. ταύτῃ τῇ διανοίᾳ. B. M. ταύτῃ τῇ μερίδι. Fl. 6. 9. 17. 21. 59. 76. 1008. οἶσθ’ οὖν: γινώσκεις ποῦ ἐστιν ὁ ναὸς τῆς Ἰλιακῆς Ἀθηνᾶς; B. M. I. Ἰλιός: οὐ μόνον Ἰλιὰς ἡ Τρωϊκὴ, ἀλλὰ καὶ Ἰλία. Gu. στέγαι: οἱ ναοί. Gr. ἀπὸ μέρους τὸ πᾶν· στέγη γὰρ κυρίως ἡ τοῦ οἴκου σκέπη. Gu.