Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 993
Not analysed yet
1014. σκύλων ἐν ὄχλῳ: ἐν τῷ πλήθει τῶν σκύλων ἐν ταῦταῖς ταῖς σκηναῖς, ἔνθα τὰ λάφυρά ἐστι πάντα. τὸ δὲ ταῖσδε καὶ ἀναφορικόν ἐστι καὶ δεικτικόν. ἡ μὲν οὖν Ἑκάβη δεικτικῶς εἶπε ταύταις ταῖς στέγαις ἤτοι σκηναῖς, ὁ δὲ Πολυμήστωρ ἀναφορικῶς νοήσας, ἐρωτᾷ· ποῦ δὲ αὗται αἱ κατασκηνώσεις τῶν Ἀχαιῶν αἱ ναυ- τικαί: (εἰς τὸ αἵθε στικτέον· τὸ δὲ λεῖπον ἰδίᾳ κατʼ ἐρώτησιν ἐν ὑποστιγμῇ. ναύλοχοι δὲ τὰ ναύσταθμα.) ποῦ δὲ αἱ στέγαι αὗται, ἂς λέγεις ἔχειν τὸν χρνσόν ; ἄρα τὰ ναύσταθμα τῶν Ἑλλήνων, τουτέστιν ἐν ταῖς ναυσὶλέγεις εἶναι τὸν χρυσόν; πρὸς ὃ ἐπάγει ἡ Ἑκάβη ὅτι οὐ τὰς ναῦς στέγας εἶπον. ἴδιαι γὰρ γυναικῶν αἰχμαλωτίδων στέγαι. B. M. I. σκύλων: λαφύρων ἤγουν αἰχμαλωτίδων. Gr. τῶ ἐσκυλευμένων γυναικῶν ἐν τῷ πλήθει. Gu. ἐν ταῖς στέγαις, ἤγουν ἐν τοῖς καλυβίοις φυλάττονται ἐν τῷ πλήθει τῶν κρούσων, σώζονται, φυλάττονται. Fl. 59.