# Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) IV.

Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma), ΕΚΑΒΗ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-euripidem/scholia-in-euripidis-hecubam-scholia-vetera-et-scholia-recentiora-thomae-magistr/IV.

Ἐπειδὴ περὶ τοῦ εἰδώλου προεθέμεθα εἰπεῖν, τοῦτο δὲ τὸ ὄνομα γλώσσαις μὲν ἁπάσαις προβέβληται, οὐδέπω δὲ σεσαφήνισται, ἀλλʼ ἔστιν οὗ καὶ διαφόροις ἐννοίαις ἐκφέρεται, χρεὼν εἰπεῖν τί ποτε τοῦτό ἐστι καὶ πόθεν εἴληφε τὴν συνθήκην. πῆ μὲν γὰρ εἴδωλα τῶν σωμάτων φαμὲν τὰς ψυχὰς, καὶ ῥήτορα εἰδωλοποιὸν ὀνομάζομεν τὸν ταῖς ἀπελθούσαις τῶν σωμάτων ψυχαῖς λόγους περιτιθέμενον. φιλόσοφοι δὲ ξύμπαντες τὰ χείρονα εἴδωλα τῶν κρειττόνων φασίν. οὕτω γὰρ κἀπὶ τῆς συνηθείας ἔστιν εἰδεῖν· οὗτος μὲν γὰρ ὁ χαλκοῦς ἀνδριὰς Ἡρακλέους εἴδωλον, ὅδε δὲ Θησέως· καὶ ἡ χαλκῆ λύκαινα, ἡ τοὺς μαστοὺς ὑποτιθεῖσα τοῖς βρέφεσι, ποιήματα μὲν παλαιᾶς ἐργασίας, εἴδωλα δὲ ἀληθείας, καθʼ ἣν Ῥῆμος καὶ Ῥώμυλος ὑπὸ τοῦ Φαιστύλου ῥιφέντες ἐπὶ τὴν ἀκτὴν τῆς ζώσης λυκαίνης τοὺς μαστοὺς εἵλκυσαν. τίς οὖν ὁ τῆς διαφορᾶς λόγος: ἐγὼ γοῦν φημι λογισάμενος καὶ ἐκτιθέμενος ὡς ἡ ψυχὴ οὐ πέφυκεν εἴδωλον, ἀλλὰ τὸ σῶμα τῆς ψυχῆς, ὡς χεῖρον κρείττονος· ἐπεὶ δὲ αἱ ψυχαὶ φανταζόμεναι σωματικοῖς τυποῦνται μορφώμασι πρὸς τὴν τῶν ὁρώντων δύναμιν, ἀσαφέσι μέντοι καὶ συγκεχυμένοις, καὶ τὸ ὅλον σκιώδεσι, διὰ ταῦτα λέγονται τῶν σωμάτων εἴδωλα· σῶμα μὲν γὰρ καὶ τὸ σχῆμα ὄρθιον καὶ τὴν ἁφὴν στερρὸν καὶ ἀντιτυπὲς, καὶ τὸ χρῶμα ἔνι λευκὸν καὶ βαρὺ καὶ γεῶδες καὶ ἀέρι μὴ ἐποχούμενον, ἡ δὲ τοῦ Πολυδώρου ψυχὴ οὐχ οὕτω τῇ Ἑκάβῃ ἐφαίνετο, ἀλλὰ ζοφερὸν καὶ σκιᾷ παρόμοιον καὶ δυσείκαστον· διὰ γοῦν τὴν τοιαύτην μορφὴν, τὴν ἀσαφῆ καὶ συγκεχυμένην, εἴδωλά φασιν οἱ σοφοὶ τὰς ψυχὰς τῶν σωμάτων· καὶ Πλάτων γοῦν ἐν τῷ Φαίδωνι τὰ ἐν τοῖς τάφοις φαινόμενα σκιοειδῆ φαντάσματα ψυχὰς φιλοσωμάτους ὠνόμασεν, ὡς μηδὲ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν πρὸς τὸ καθαρὸν ἀνιούσας φῶς, ἀλλ᾿ ἔτι τῶν σωμάτων ἐχομένας, ἃ δὴ διὰ τὰς ἀνδραποδώδεις ἠγαπήκασιν ἡδονάς· διὰ ταῦτα μὲν οὖν εἴδωλον σωμάτων ἡ ψυχὴ, αὗθις δὲ σῶμα ψυχῆς εἴδωλον, ὅτιπερ ὃ τούτῳ ὀφθαλμὸς, ἐκείνῃ ὁ νοῦς· καὶ ὃ τούτῳ ἁφὴ, ἐκείνῃ πάλιν ἐξεταστική· καλλίων δὲ νοῦς ὀφθαλμοῦ καὶ νοερὰ ζήτησις δυνάμεως ἁπτικῆς· διὰ ταῦτα πάλιν εἴδωλον τὸ σῶμα τῆς ψυχῆς. τὸ δὲ ὄνομα τοῦτο ὁ Χριστιανῶν ἐμυσάχθη θεσμὸς, ὅτι δὴ τοῖς Ἑλληνικοῖς θεοῖς ἐπεφημίσθη εἴκασμα.

---

Scholia in Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma), ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5023.tlg014.local001/.
