Ancient Greek
1173 to 1198
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 1173-1198
Not analysed yet
1173. κυμοδέγμονος: ἡμεῖς μὲν ἐν τῷ αἰγιαλῷ τῷ δεχομένῳ τὰ κύματα ἐφιλοκαλοῦμεν τοὺς ἵππους, κλαίοντες ἐπὶ τῇ φήμῃ τῆς ἐξορίας τοῦ Ἱππολύτου. 1174. ψήκτραισιν: ἀπὸ τοῦ καταψήχειν ὠνομάσθη ψήκτρα. B. I. 1176. ὡς οὐκέτʼ ἐν γῇ: ὁ Ἱππόλυτος φεύγει, φησὶ, τὴν ἰδίαν γῆν καὶ πόλιν. 1178. ταὐτὸ δακρύων: ὁ δʼ ἦλθε θρηνῶν, οὐ περὶ ἄλλων δακρύων, ἀλλὰ περὶ ὧν καὶ ἡμεῖς. A. ἀντὶ τοῦ τὸν αὐτὸν στενάζων στεναγμόν. B. I. 1179. μυρία δʼ ὀπισθόπους: ἀντὶ τοῦ πολλὴ προπομπὴ, πολλὴ ἄθροισις, ὄπισθεν ἀκολουθοῦσα τοῦ Ἱππολύτου. 1180. ἅμ᾿: αὐτῷ. B. 1181. ἀπαλλαχθείς: ἀπαλλαγείς. B. 1182. τί ταῦτʼ ἀλύω: λείπει ἡ διά, διὰ τί δυσφορῶ, διὰ τί ἀδημονῶ καὶ θρηνῶ; οὐκ ἐγχωρεῖ μὴ πεισθῆναί με τοῖς λόγοις τοῦ πατρός μου καὶ ἀναχωρῆσαι ἐκ ταύτης τῆς γῆς. 1183. ἐντύναθ᾿: ζεύξατε. B. 1186. ἐξηρτυμένας: ἡτοιμασμένας· ἀντὶ τοῦ ταχέως, ἅμα τοῖς λόγοις καὶ πρὸ τοῦ πληρῶσαι αὐτὸν τὸν λόγον, παρεστήσαμεν αὐτῷ τὸ ἅρμα. 1188. μάρπτει δὲ χερσίν: περιάπτει. B. εἰώθασιν οἱ ἁρματηλάται περιάπτειν τὰ λῶρα τῇ ἄντυγι, ὅπως δοκοῖεν οἱ ἵπποι ὑπό τινος ἄρχεσθαι, ὡς ὁ ποιητὴς “ἐξ ἄντυγος ἡνία τείνας.” A. B. I. Ἄλλως. λαμβάνει τοὺς χαλινὺς ἐν ταῖς χερσὶ, καὶ κρατεῖ ἐν τοῦ ἅρματος. B. I. 1189. αὐταῖσιν ἀρβύλαισιν: πεδίλοις, ὑποδήμασιν. A. καταχρηστικῶς τοῖς τόποις ἐν οἷς πατοῦσιν οἱ ἡνίοχοι. B. ταῖς τοῦ ἅρματος περὶ τὴν ἄντυγα, ἔνθα τὴν στάσιν ἔχει ὁ ἡνίοχος. 1190. καὶ πρῶτα μὲν θεοῖς: ἀντὶ τοῦ ηὔξατο τοῖς θεοῖς τὰς χεῖρας ἀνατείνας. B. I. ἀναπτύξας: ἀνατείνας. B. 1192. αἴσθοιτο δʼ ἡμᾶς: καὶ μάθοι ὁ πατὴρ ὅτι ἀτιμάζει με. ἑνικῷ πληθυντικὸν ἐπήγαγεν· διὸ τὸ χ. 1194. ἐπῆγε κέντρον: ἀντὶ τοῦ μάστιγα ἐπὶ τοὺς ἵππους μετήνεγκε. B. 1195. ἐφʼ ἅρματος: ἀντὶ τοῦ παρὰ τῷ ἅρματι ὡς τὸ “Ἀθηναίης ἐπὶ γούνασι.” A. B. 1197. εὐθύς: πλησίον. B. κἀπιδαυρίας: Κορίνθου. B. ἔνθα ἐτιμᾶτο ὁ Ἀσκληπιός. σεσημείωται ὅτι οὐ λέγουσι τὴν ἐπʼ εὐθείας. B. ὅσον: εἰς. B. 1198. ἔρημον: εἰς. B. εἰσεβάλλομεν: ἐφθάσαμεν. B.