Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 146
Not analysed yet
146. Δίκτυνναν ἀμπλακίαις: τὴν Δίκτυνναν νῦν διέκρινε τῆς Ἑκάτης ἐνίων τὴν αὐτὴν εἶναι φασκόντων. τινὲς δὲ Δίκτυνναν τὴν Ἄρτεμιν ἀπὸ τῆς κυνηγοῦ νύμφης, τῆς ἐμπεσούσης εἰς δίκτυα, Βριτομάρτιδος φευγούσης τὸν Μίνωα. παρὰ δὲ Καλλιμάχῳ ἐν Ἀρτέμιδος ὕμνῳ ἡ ἱστορία. τινὲς δὲ τὴν αὐτὴν εἶναι τῇ Ἑκάτῃ, περὶ ἧς φησιν Ἡσίοδος “μοῖραν ἔχει γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης.” σὺ δ᾿ ἀμφὶ τὰν πολύθηρον Δίκτυνναν: σὺ δὲ μὴ θύσασα τῇ Ἀρτέμιδι τρύχῃ, ἢ τῇ Ἑκάτῃ, ὅτι οὐκ ἐτέλεσας θυσίαν. πέλανοι δὲ τὰ εἰς θυσίαν πέμματα. Ἄλλως. τὸ ἑξῆς· σὺ δὲ ἀμπλακίαις τρύχῃ, ἀμετάδοτος οὖσα ἀθύτων πελάνων περὶ τὴν Δίκτυνναν (λείπει γὰρ τὸ οὖσα), τουτέστι τῶν μὴ τεθυμένων πελάνων ἐκτὸς μείνασα, καὶ μὴ ἀνιερώσασα ἑαυτὴν διὰ τῶν θυμάτων τῇ θεῷ καταπονῇ. πελάνων δὲ τῶν πλακούντων καὶ πεμμάτων τῶν ἐπιθυομένων. ἀμπλακίαις: ἀποτυχίαις, ἁμαρτίαις. B. rec.