# Scholia in Euripidis Hippolytum 151

Scholia In Euripidem, Scholia in Euripidis Hippolytum, ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-euripidem/scholia-in-euripidis-hippolytum/151

151. ἢ πόσιν τὸν Ἐρεχβειδᾶν: στοχαστικὸν τὸ ἦθος. ἢ, φησὶν, εἰς οὐδένα τῶν θεῶν ἥμαρτες, ἀλλὰ ἔρωτα νοσεῖς τινός σε μοιχευομένου, καὶ τὸν ἄνδρα σου τὸν Ἀθηναίων βασιλέα βουκολεῖς καὶ ἀπατᾷς ἐπὶ τῶν σῶν λεχέων κρυπτῇ χρωμένη κοίτῃ. δύναται δὲ καὶ ἀντεστραμμένος ὁ λόγος εἶναι· ἢ τὶς γυνὴ ἀπατᾷ σου τὸν ἄνδρα τῷ ἔρωτι τῷ αὐτῆς λάθρα χρώμενον, καὶ ἐκ τῆς ζηλοτυπίας εἰς νόσον καὶ μανίαν κατήχθης. Ἄλλως. ἢ, φησὶν, εἰς οὐδένα τῶν θεῶν ἥμαρτες, ἀλλὰ τάχα τὸ δεινὸν ἔρως ἐστὶ καὶ μοιχεία ἑτέρου, φόβῳ δὲ τοῦ ἀνδρὸς καὶ ἔρωτι τοῦ μοιχοῦ κατεχομένη ἀγωνιᾶς. δύναται δὲ καὶ ὡς τοῦ Θησέως ἔχοντος ἑτέραν γυναῖκα ὁ λόγος τάττεσθαι· ἤ τις γυνὴ ἀπατᾷ σου τὸν ἄνδρα τῇ ἑαυτῆς λαθραίᾳ συνουσίᾳ, σὺ δὲ ἐκ τῆς ζηλοτυπίας εἰς νόσον καὶ μανίαν κατέστης. ἀγνοεῖ γὰρ ὁ χορὸς ἔκδημον ὄντα τὸν Θησέα, ὅπου γε καὶ ἐν τοῖς ἑξῆς φησιν “ὁ δ᾿ εἰς πρόσωπον οὐ τεκμαίρεται βλέπων.” εἶτα ἡ τροφὸς “ἔκδημος ὢν γὰρ τῆσδε τυγχάνει χθονός.” ἀγνοῶν γὰρ καὶ αὐτὸν ἐνόμιζε παρόντα συνορᾶν τὰ γινόμενα.

---

Scholia in Euripidem, Scholia in Euripidis Hippolytum, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5023.tlg013.local001/.
