Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 161a
Not analysed yet
161. φιλεῖ δὲ τᾷ δυστρόπῳ: ἀντὶ τοῦ κακοτρόπῳ. καθολικῶς δὲ τοῦτο λέγει. εἰώθασιν αἱ γυναῖκες, ὅταν ἐγγὺς τῶν ὠδίνων γένωνται, δυσχερεῖ τροφῇ χρῆσθαι, καθὸ καὶ δύστροπον αὐτῶν τὸ πνεῦμα τῶν ὠδίνων. A. B. M. I. Ἄλλως. πρὸς ἀνακεφαλαίωσιν τῶν εἰρημένων στοχασμῶν ἐπάγει τὸ γνωμικὸν, τῆς γυναικείας φύσεως διαφόρους αἰτίας βεβαιοῦν. τὸ δὲ φιλεῖ τέτακται ἀντὶ τοῦ εἴωθε, πέφυκεν. πέφυκε τὸ δυστυχὲς τῆς γυναικείας φύσεως διαφόρους ἀμηχανιῶν ἐπάγειν αἰτίας, ποτὲ μὲν δἰ ὠδίνων πόνους, ποτὲ δὲ διὰ πορνείαν, ἤτοι αὐτῶν μοιχευομένων, καὶ ἐπὶ τῇ ἁλώσει ἀπορουσῶν, ἢ τῶν ἀνδρῶν πρὸς ἄλλας ἐχόντων καὶ ἐπὶ τούτων ἀπορουσῶν τῇ ζηλοτυπίᾳ. B. I. Ἄλλως. μὴ ἆρα ἐν γαστρὶ ἔχει ἡ Φαίδρα, καὶ διὰ τοῦτο ἄσιτός ἐστι. φιλεῖ γὰρ ὁ τοῦ ἐγκυμονεῖν καιρὸς δυστροπίαν ταῖς γυναιξὶν ἐργάζεσθαι καὶ ἀποτροπὴν τῶν σιτίων. ἀφροσύνας δὲ παραφροσύνας, ἀνοίας, ἐξ οὗ πορνείας. ἄλλοι δὲ γράφουσι δυσφροσύνας, ὅ ἐστι κακοχυμίας τῶν τοκετῶν. θέλει δὲ λέγειν τὴν κατὰ τὰς ἀλγηδόνας γινομένην ἔκπληξιν ἐκ τῶν ὠδίνων. λείπει δὲ τὸ ἕνεκεν. B. I. Οἷον, ἆρά γε ἐν γαστρὶ ἔχει ἡ Φαίδρα, καὶ διὰ τοῦτο ἄσιτός ἐστι; φιλεῖ γὰρ ταῖς γυναιξὶν ἡ τοιαύτη κατάστασις, ὅτε ἐγκυμονοῦσι, δυστροπίαν ἐργάζεσθαι καὶ ἀποτροπὴν τῶν σιτίων καὶ ἐκ τούτου συμβαίνειν κάκωσιν. λοιπὸν δὲ πρὸς ἀνακεφαλαίωσιν τῶν εἰρημένων στοχασμῶν γνωμικὸν ἐπιφέρει λέγων οὕτως· τὸ δυστυχὲς γὰρ τῶν γυναικῶν τῆς φύσεως εἴωθε διαφόρους ἀμηχανιῶν ἐπάγειν αἰτίας, ποτὲ μὲν δἰ ὠδίνων πόνους, ποτὲ δὲ διὰ πορνείας, ἤτοι αὐτῶν μοιχευομένων καὶ ἐπὶ τῇ ἁλώσει ἀπορουσῶν, ἢ τῶν ἀνδρῶν ἄλλας περιπτυσσομένων, καὶ ἐπὶ τοῦτο ζηλοτυπουσῶν. A. M. τοῦτό ἐστι πρὸς τὸ “ἢ πόσιν τὸν Ἐρεχθειδᾶν ἀρχῃγόν.” εἶπε γὰρ ἐκεῖ ὅτι ἢ διὰ τοῦτο νοσεῖ ὡς μοιχευομένη καὶ τῷ φόβῳ στενοχωρουμένη μὴ φωραθῇ. ὡς οὖν πρὸς τοῦτο ἐπάγει ὅτι τῇ κακοτρόπῳ καὶ δολερᾷ τῶν γυναικῶν ἁρμογῇ κακῇ, ὅ ἐστι τῇ κρυφαίᾳ μίξει, εἴωθε συνεῖναι ἀμηχανία τις δυστυχεστάτη ἕνεκα τῶν ὠδίνων καὶ τῆς ἀφροσύνης. αἱ γὰρ κεκρυμμένως ἁρμοζόμεναι καὶ μοιχευόμεναι, ὅταν ἐγκυμονήσωσι, τὰς ὠδῖνας ἐννοήσασαι καὶ τὰς ἀφροσύνας αὐτῶν ἀμηχανοῦσι καὶ οὐκ ἔχουσι τί δρᾶσαι. εἶτα ἐπεὶ ὠδίνων ἐμνημόνευσε πρὸς αὐτό φησιν ὅτι καὶ ἐγώ ποτε ὠδινήσασα κακῶς εἶχον καὶ παρεκάλουν τὴν Ἄρτεμιν. A.