Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 192
Not analysed yet
192. ἀλλ᾿ ὅτι τοῦ ζῆν: ὁ νοῦς, ἐγὼ, φησὶ, προκρίνω μᾶλλον τὰ καθ᾿ Ἅιδου, καὶ πᾶς ἄνθρωπος ἔκρινεν ἂν οὕτως, εἰ κἀκεῖνα ὁρῶν συνέκρινε τοῖς ἐνθάδε. νυνὶ δ᾿ ἐπεὶ τόδε μὲν τῷ ἰδίῳ φωτὶ θέλγει τὴν θέαν, ἐκεῖνο δὲ κεκαλυμμένον ταῖς μυθοποιΐαις φοβερὸν εἶναι μυθεύεται, τούτου χάριν δυσέρωτες μὲν αὐτοῦ ὑπάρχομεν, σφοδρῶς δὲ ἐρῶντες τούτου, ὅπερ ἐστὶν ἄρα τοῦτο τὸ λαμπρόν. τοῦτο δέ φησι, παρόσον διάφορος δόξα κρατεῖ παρὰ φιλοσόφοις περὶ τῆς τοῦ ἡλίου δυνάμεως. οἱ μὲν γὰρ ἐδόξασαν σῶμα εἶναι τὴν φωτιστικὴν αὐτοῦ δύναμιν, ὧν ἐστι καὶ Ἀριστοτέλης, διὰ τὰς γινομένας ἀντανακλάσεις τῶν ἀκτίνων. τὰ γὰρ ἀσώματα ἀνεμποδίστως προϊόντα ἀνακλᾶσθαι οὐ πέφυκεν. ἔτι δὲ καὶ ἐν κατεσκεπασμένοις οἴκοις μὴ εἰσδῦνον τὸ φῶς δεικνύει ὅτι οὐκ ἔστιν ἀσώματον. οἱ δὲ ἀσώματον αὐτὸ φάσκοντες ἐκ τῶν χρονικῶν ἐλλάμψεων τῶν γινομένων ἐξ ἡλίου πιθανῶς κατασκευάζουσιν. Ἄλλως. ἐκ τοῦ ὀδυνηροῦ βίου στοχάζεται βελτίονα εἶναι τὰ ἐν Ἅιδου τῆς γῆς, ὡς καὶ αὐτὸς ἐν Πολυΐδῳ “τίς δ᾿ οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, τὸ κατθανεῖν δὲ ζῆν.” τὸ ἑξῆς, ἀλλ᾿ ὅ τι κέκρυφεν ὁ σκότος ὑπὸ γῆν, καὶ βέλτιόν τι ἄλλο τοῦ ἐνταῦθα εἶναι ὑπὸ γῆν σκότῳ κρυπτόμενον, κἂν δυσέρωτες φαινώμεθα καὶ σφόδρα φιλοῦντες τοῦτον τὸν βίον, διὰ τὸ ἀπείρως ἔχειν τοῦ ἄλλου βίου καὶ μὴ εἰδέναι βελτίονα εἶναι τὰ ὑπὸ γῆν, μάτην τοῖς μύθοις πιστεύοντες φαινόμεθα τοῖς ποιοῦσιν αὐτὰ φοβερά. B. I. Fl. 6. 15.